Kitap 45
32.4
μὰ τὸ δόρυ τὸ Δεκίου καὶ τὸ ξίφος τὸ Βρούτου. σὺ δέ, ὦ παγκάκιστε, καὶ ἐδέου καὶ ἱκέτευες ἵνα δουλεύσῃς, ὡς Ποστούμιος ὅπως Σαυνίταις ἐκδοθῇ, e)kdoqh=|, a)podoqh=|, e)mpe/sh| Rk., e)kdoqh=is, a)podoqh=is, e)mpe/shis LM. ὡς Ῥήγουλος ὅπως Καρχηδονίοις ἀποδοθῇ, e)kdoqh=|, a)podoqh=|, e)mpe/sh| Rk., e)kdoqh=is, a)podoqh=is, e)mpe/shis LM. ὡς Κούρτιος ἵνα ἐς τὸ χάσμα ἐμπέσῃ. e)kdoqh=|, a)podoqh=|, e)mpe/sh| Rk., e)kdoqh=is, a)podoqh=is, e)mpe/shis LM. καὶ ποῦ τοῦτο γεγραμμένον gegramme/non R. Steph., gegramme/nos LM. εὗρες; οὗπερ ou(=per Bk., w(/sper LM. καὶ τὸ τοὺς Κρῆτας ἐλευθέρους μετὰ τὴν τοῦ Βρούτου ἀρχὴν γενέσθαι, ὧν ἡμεῖς ἐκεῖνον μετὰ τὸν τοῦ Καίσαρος θάνατον ἄρξαι ἐψηφισάμεθα.
33.1
Εἶτʼ ἐν τοσούτοις καὶ τηλικούτοις πράγμασι τὴν ἀλιτηριώδη γνώμην αὐτοῦ πεφωρακότες οὐ τιμωρήσεσθε αὐτόν, ἀλλὰ ἀναμενεῖτε a)namenei=te Pflugk, a)name/nete LM. καὶ τῷ ἔργῳ μαθεῖν τί ἂν δράσειεν ὑμᾶς ὡπλισμένος ὁ τοιαῦτα
33.2
γυμνὸς εἰργασμένος; ἢ οἴεσθε ὅτι οὐκ ἐπιθυμεῖ τῆς τυραννίδος, ὅτι οὐκ εὔχεταί ποτε αὐτῆς τυχεῖν, ἀλλʼ ἐκβαλεῖ ποτε ἐκ τῆς διανοίας τὴν ἔφεσιν ταύτην, ἣν ἅπαξ ἐς τὸν νοῦν ἐγκατέθετο, καὶ καταβαλεῖ ποτε τὴν ἐλπίδα τῆς μοναρχίας, ὑπὲρ ἧς τοιαῦτα καὶ εἰπὼν καὶ ποιήσας ἀτιμώρητος
33.3
ἐγένετο; καὶ τίς ἀνθρώπων ἃ a(\ supplied by Reim. ἄλλῳ τῳ συμπρᾶξαι, τῆς φωνῆς τῆς αὑτοῦ μόνης κυριεύων, ἐπιχειρήσειε, ταῦτʼ οὐκ ἂν αὐτὸς ἑαυτῷ δυνηθεὶς κατεργάσαιτο; τίς δʼ ἂν ἕτερον τύραννον καὶ ἐπὶ τὴν πατρίδα καὶ ἐφʼ ἑαυτὸν ἅμα ἀποδεῖξαι τολμήσας οὐκ ἂν αὐτὸς μοναρχῆσαι
34.1
ἐθελήσειεν; ὥστε εἰ καὶ τότε αὐτοῦ ἐφείσασθε, ἀλλὰ νῦν γε καὶ διʼ ἐκεῖνα αὐτὸν μισήσατε· μηδʼ ἐθελήσητε μαθεῖν τί κατορθώσας ὅσα o(/sa Rk., oi(=a LM. βούλεται δράσει, dra/sei Rk., dra/sein LM. ἀλλʼ ἐκ τῶν ἤδη προτετολμημένων αὐτῷ
34.2
τὸ μηδὲν ἔτι δεινὸν παθεῖν προνοήσατε. καὶ γάρ τοι τί καὶ φήσειεν ἄν τις; ὀρθῶς τότε τὸν Καίσαρα ποιῆσαι μὴ προσδεξάμενον μήτε τὸ ὄνομα τοῦ βασιλέως μήτε τὸ διάδημα ; οὐκοῦν οὗτος κακῶς ταῦτα αὐτῷ προύτεινεν ἃ μηδὲ ἐκεῖνον