Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 45

35.4 καίτοι τὸν οὕτως ὠμῶς ἐκείνοις, ὅτε καὶ θεραπεύειν αὐτοὺς ὤφειλε, χρησάμενον τί οὐκ οἴεσθε oi)/esqe R. Steph., oi)/esqai LM. τῶν δεινοτάτων πάντας ὑμᾶς, ἂν καὶ νικήσῃ, ποιήσειν; καὶ τὸν ἀσελγῶς οὕτω μέχρι νῦν βεβιωκότα πῶς οὐκ ἐπὶ πᾶν ὕβρεως, ἂν καὶ τὴν ἐκ τῶν ὅπλων ἐξουσίαν προσλάβῃ, χωρήσειν νομίζετε;
36.1 μὴ τοίνυν ἀναμείνητε παθόντες τι τοιοῦτο μεταγνῶναι, ἀλλὰ πρὶν παθεῖν φυλάξασθε· σχέτλιον γάρ, ἐξὸν προκαταλαβεῖν τὰ δεινά, εἶτα περιιδόντας αὐτὰ γενόμενα μετανοῆσαι. μηδὲ ἐθελήσητε, προέμενοι τὰ παρόντα, Κασσίου τινὸς αὖθις ἄλλου καὶ Βρούτων *brou/twn M, brou/tou tw=n L. τινῶν ἄλλων δεηθῆναι· γελοῖον γάρ, ἐξὸν αὐτοὺς ἑαυτοῖς τὰ κατὰ καιρὸν βοηθῆσαι, ζητεῖν μετὰ ταῦτα τοὺς ἐλευθεροῦντας
36.2 ἡμᾶς. οὓς ἴσως οὐδὲ εὑρήσομεν, ἄλλως τε κἂν οὕτω τοῖς παροῦσι χρησώμεθα. τίς γὰρ ἂν ἰδίᾳ ὑπὲρ τῆς δημοκρατίας κινδυνεῦσαι ἐθελήσειεν, ὁρῶν ἡμᾶς δημοσίᾳ πρὸς τὴν δουλείαν ἑτοίμως ἔχοντας; καὶ μὴν ὅτι γε οὐ στήσεταί ποτε ταῦτα ποιῶν, ἀλλʼ ἐν τοῖς πόρρω καὶ ἐλάττοσιν ἐφʼ
36.3 ἡμᾶς αὐξάνεται, παντὶ δῆλόν ἐστιν. οὐ γάρ που δι’ ἄλλο τι Δεκίμῳ πολεμεῖ καὶ Μούτιναν πολιορκεῖ ἢ ἵνα νικήσας αὐτοὺς καὶ λαβὼν ἐφʼ ἡμᾶς συσκευάσηται· οὔτε γὰρ ἠδίκηταί τι ὑπʼ αὐτῶν ὥστʼ ἀμύνασθαι δοκεῖν, οὔτʼ αὖ τῶν μὲν ἀγαθῶν τῶν παρʼ ἐκείνοις ἐπιθυμεῖ, καὶ διὰ τοῦτο καὶ πόνους καὶ κινδύνους ὑπομένει, τῶν δʼ ἡμετέρων, οἳ καὶ ἐκεῖνα καὶ ἄλλα πολλὰ κεκτήμεθα,
36.4 ἐθελοντὴς ἀφέξεται. τοῦτʼ οὖν ἀναμενοῦμεν, ἵνα καὶ ταῦτα καὶ ἄλλα ἄττα προσλαβὼν δυσπολέμητος γένηται; καὶ πιστεύσομεν pisteu/somen R. Steph., pisteu/swmen LM. ἐξαπατῶντι
37.1 αὐτῷ καὶ λέγοντι ὅτι o(/ti supplied by Dind. οὐ πολεμεῖ τῇ πόλει; καὶ τίς οὕτως εὐήθης· ἐστὶν ὥστε τοῖς ῥήμασι μᾶλλον ἢ τοῖς ἔργοις τὸν πολεμοῦντα ἡμῖν ἢ μὴ σκοπεῖν; ἐγὼ μὲν γὰρ οὐ νῦν πρῶτον, ὅτε ἐκ τῆς πόλεως ἐκδέδρακε καὶ ἐπὶ τοὺς συμμάχους ἐστράτευκε καὶ Βρούτῳ προσβάλλει καὶ τὰς πόλεις πολιορκεῖ,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi