Kitap 45
2.5
ὄψεως ἐβεβαιώσατο. μειρακιωθέντος δὲ μετὰ τοῦτο αὐτοῦ καὶ ἐς τοὺς ἐφήβους ἐσιόντος, τήν τε ἐσθῆτα τὴν ἀνδρικὴν ἐνδύντος, ὁ χιτὼν περιερράγη τε ἑκατέρωθεν ἀπὸ τῶν ἐπωμίδων καὶ μέχρι τῶν ποδῶν κατερρύη. τοῦτο αὐτὸ μὲν καθʼ ἑαυτὸ οὐχ ὅπως τέκμαρσίν τινα ὡς καὶ ἀγαθόν
2.6
τι προσημαῖνον proshmai=non Reim., proshmai/noi LM. ἔφερεν, ἀλλὰ καὶ ἠνίασε τοὺς παρόντας, ὅτι ἐν τῇ πρώτῃ τοῦ ἀνδρικοῦ χιτῶνος ἐνδύσει συνεβεβήκει· ἐπελθὸν δὲ τῷ Ὀκταουίῳ εἰπεῖν ei)pei=n Xiph., ei)=pen LM. ὅτι “τὸ ἀξίωμα τὸ βουλευτικὸν πᾶν ὑπὸ τοὺς πόδας μου σχήσω,” ἔκβασιν πρὸς τὸ λεχθὲν
2.7
ἔλαβεν. ἐξ οὖν τούτων ὁ Καῖσαρ μεγάλα ἐπʼ αὐτῷ ἐπελπίσας ἔς τε τοὺς εὐπατρίδας αὐτὸν ἐσήγαγε καὶ ἐπὶ τὴν ἀρχὴν ἤσκει, καὶ πάνθʼ ὅσα προσήκει τῷ μέλλοντι καλῶς καὶ κατʼ ἀξίαν τηλικοῦτο κράτος διοικήσειν ὑπάρχειν ἀκριβῶς
2.8
ἐξεπαίδευσε· λόγοις τε γὰρ ῥητορικοῖς, οὐχ ὅτι τῇ τῶν Λατίνων ἀλλὰ καὶ τῇδε τῇ γλώσσῃ, ἠσκεῖτο, καὶ ἐν ταῖς στρατείαις ἐρρωμένως ἐξεπονεῖτο, τά τε πολιτικὰ καὶ τὰ ἀρχικὰ ἰσχυρῶς ἐδιδάσκετο.
3.1
οὗτος οὖν ὁ Ὀκτάουιος ἔτυχε μὲν τότε, ὅτε ὁ Καῖσαρ ἐσφάγη, ἐν τῇ Ἀπολλωνίᾳ τῇ th=| Rk., e)/ti LM Xiph. πρὸς τῷ Ἰονίῳ ὢν κόλπῳ ἐπὶ παιδείᾳ (κατὰ γὰρ τὴν στρατείαν αὐτοῦ τὴν ἐπὶ τοὺς Πάρθους ἐκεῖσε προεπέπεμπτο proepe/pempto Bk., prosepe/pempto LM.ʼ,ʼ πυθόμενος δὲ τὸ συμβεβηκὸς ἤλγησε μὲν ὥσπερ εἰκὸς ἦν, οὐ μέντοι καὶ νεωτερίσαι τι εὐθὺς ἐτόλμησεν· οὔτε γὰρ ὅτι υἱὸς οὔθʼ ὅτι κληρονόμος κατελέλειπτο ἠκηκόει h)khko/ei pw Bk., h)khko/ei Rk., h)khko/hto LM. πω, καὶ προσέτι καὶ ὁ δῆμος ὁμονοῶν ἐπὶ τῷ
3.2
γεγονότι ἠγγέλλετο τὴν πρώτην. περαιωθεὶς δὲ ἐς τὸ Βρεντέσιον, καὶ τάς τε διαθήκας ἅμα καὶ τὴν γνώμην τοῦ δήμου τὴν δευτέραν μαθών, οὐκέτʼ ἀναβολὰς ἐποιήσατο, καὶ μάλισθʼ ὅτι καὶ χρήματα πολλὰ καὶ στρατιώτας συχνοὺς συμπροπεμφθέντας εἶχεν, ἀλλὰ τό τε ὄνομα τοῦ Καίσαρος παραχρῆμα ἀνέλαβε καὶ τοῦ κλήρου
4.1
αὐτὸν διεδέξατο, τῶν τε πραγμάτων εἴχετο. καὶ τότε μὲν προπετῶς τέ τισι τοῦτο καὶ τολμηρῶς πεποιηκέναι ἔδοξεν, ὕστερον δὲ ἔκ τε τῆς εὐτυχίας καὶ ἐξ ὧν ἐπικατώρθωσε καὶ ἀνδρείας ὄνομα