Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 45

39.3 οὐδεὶς ἀγνοεῖ. ὁ μὲν γὰρ ga\r Bs., ge LM. οὔτʼ αὐτὸς χρήσασθαι πράγμασιν ἐπίσταται (πῶς γὰρ ἢ πόθεν ἄνθρωπος ἐν μέθαις καὶ κύβοις ζῶν;ʼ οὔτε τῶν συνόντων οὐδένα οἷον ἄξιον εἶναι λόγου ἔχει· τοὺς γάρ τοι ὁμοίους ἑαυτῷ μόνους καὶ ἀγαπᾷ καὶ κοινωνοὺς
39.4 ἁπάντων καὶ ῥητῶν καὶ ἀπορρήτων ποιεῖται. καὶ μέντοι καὶ δειλότατος ἐν τοῖς μεγίστοις τῶν κινδύνων καὶ ἀπιστότατος καὶ πρὸς τοὺς πάνυ φίλους ἐστίν· ὧν οὐδέτερον στρατηγίᾳ καὶ πολέμῳ
40.1 προσήκει. τίς μὲν γὰρ οὐκ οἶδεν ὅτι αὐτὸς ἡμῖν πάντα τὰ ἐμφύλια κακὰ παρασκευάσας ἔπειτʼ ἐπʼ ἐλάχιστον τῶν κινδύνων μετέσχεν, ἐπὶ πολὺ μὲν ἐν e)n added by Xyl. τῷ Βρεντεσίῳ καταμείνας katamei/nas R. Steph., kata\ mo/nas LM. ὑπὸ δειλίας, ὥστʼ ὀλίγου τὸν Καίσαρα μονωθέντα διʼ αὐτὸν πταῖσαι, πάντας δὲ τοὺς μετὰ ταῦτα πολέμους, τὸν πρὸς Αἰγυπτίους, τὸν πρὸς Φαρνάκην, τὸν ἐν
40.2 Ἀφρικῇ, τὸν ἐν Ἰβηρίᾳ ἐκστάς; τίς δʼ οὐκ οἶδεν ὅτι τόν τε Κλώδιον προσποιησάμενος καὶ τῇ δημαρχίᾳ αὐτοῦ πρὸς πάντα τὰ δεινότατα ἀποχρησάμενος κἂν ἀπέκτεινεν αὐτοχειρίᾳ, εἴγε ἐγὼ τὴν ὑπόσχεσιν
40.3 αὐτοῦ ταύτην ἐδεδέγμην· καὶ τῷ Καίσαρι τοῦτο μὲν ταμιεύων στρατηγοῦντι ἐν Ἰβηρίᾳ συνεξετασθείς, τοῦτο δὲ ἐν τῇ δημαρχίᾳ παρὰ τὴν ἁπάντων ἡμῶν γνώμην προσθέμενος, καὶ μετὰ τοῦτο καὶ χρήματα παρʼ αὐτοῦ ἀμύθητα καὶ τιμὰς ὑπερόγκους λαβών, ἐπεχείρησεν αὐτὸν ἔς τε μοναρχίας ἐπιθυμίαν καὶ ἐπὶ τούτῳ καὶ ἐς διαβολὴν ἐμβαλεῖν, ὑφʼ ὧνπερ καὶ τὰ μάλιστα ἀπέθανεν;
41.1 καίτοι εἶπέ ποτε ὅτι ἐγὼ τοὺς σφαγέας ἐπʼ αὐτὸν παρεσκεύασα· οὕτω γὰρ ἀνόητός ἐστιν ὥστε μου καταψεύδεσθαι τολμᾶν τηλικούτους ἐπαίνους. ἐγὼ δὲ αὐτόχειρα μὲν αὐτὸν οὐ λέγω γεγονέναι τοῦ Καίσαρος, οὐχ ὅτι οὐκ ἠθέλησεν, ἀλλʼ ὅτι καὶ τοῦτο κατέδεισε· τοῖς μέντοι πράγμασιν αὐτοῖς φημι ἐκεῖνον ὑπʼ αὐτοῦ ἀπολωλέναι.
41.2 ὁ γὰρ τὴν αἰτίαν αὐτῷ τοῦ δικαίως ἐπιβεβουλεῦσθαι δοκεῖν παρασχὼν οὗτός ἐστιν ὁ βασιλέα αὐτὸν προσαγορεύσας, ὁ τὸ διάδημα αὐτῷ δούς, ὁ καὶ τοῖς φιλοῦσιν αὐτὸν πρότερον διαβαλών. ἢ ἐγὼ μὲν χαίρω τῷ θανάτῳ τοῦ Καίσαρος ὁ μηδὲν ἔξω τῆς ἐλευθερίας ἀπʼ a)p' St., e)p' LM.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi