Kitap 45
43.1
ἐπιβουλεύσαντας e)pibouleu/santas R. Steph., e)pibouleu/santa LM. ὑμῖν ἠμυνάμην. εἰ δέ τις ὑμῶν ταῦτα μὲν ὀρθῶς ἡγεῖται λέγεσθαι, πρέσβεις δὲ πρότερον ἡμᾶς πρὸς αὐτὸν ἀποστεῖλαι δεῖν οἴεται, καὶ ἔπειτα μαθόντας τὴν γνώμην αὐτοῦ, ἂν μὲν ἑκὼν ἀπαλλάττηται τῶν ὅπλων καὶ kai\ L, om. M. ὑμῖν αὑτὸν ἐπιτρέπῃ, τὴν ἡσυχίαν
43.2
ἄγειν, ἂν δὲ ἐπὶ τῶν αὐτῶν ἐπιμένῃ, τότε καὶ τὸν πόλεμον αὐτῷ ψηφισθῆναι (ταῦτα γὰρ πυνθάνομαί τινας παραινέσαι ὑμῖν ἐθέλεινʼ, λόγῳ μὲν εὐπρεπέστατον, eu)prepe/staton Xyl., eu)prepesta/twi LM. τῷ δὲ ἔργῳ καὶ αἰσχρὸν καὶ ἐπικίνδυνον τῇ πόλει πρᾶγμα ποιεῖ. πῶς μὲν γὰρ οὐκ αἰσχρὸν κήρυξιν ὑμᾶς καὶ πρεσβείαις πρὸς
43.3
τοὺς πολίτας χρῆσθαι; τοῖς μὲν γὰρ ἀλλοφύλοις καὶ ἐπικηρυκεύεσθαι καὶ διαπρεσβεύεσθαι δεῖ πρότερον καὶ ἀναγκαῖόν ἐστι, τοῖς δὲ δὴ πολίταις τοῖς ἀδικοῦσί τι παραχρῆμα τὴν τιμωρίαν ἐπάγειν, ἂν μὲν ὑπὸ ταῖς ψήφοις αὐτοὺς λάβητε, δικάζοντας, ἂν δὲ τοῖς ὅπλοις, πολεμοῦντας.
43.4
δοῦλοι γάρ εἰσι πάντες οἱ τοιοῦτοι καὶ ὑμῶν καὶ τοῦ δήμου καὶ τῶν νόμων, ἄν τε ἐθέλωσιν ἄν τε καὶ μή· καὶ οὔτε θρύπτειν αὐτοὺς οὔτε ἐξ ἴσου τοῖς ἐλευθερωτάτοις ἄγειν προσῆκόν ἐστιν, ἀλλʼ ὥσπερ τοὺς οἰκέτας τοὺς ἀποδιδράσκοντας καὶ
44.1
μετιέναι καὶ κολάζειν ἐκ τοῦ ὑπέρφρονος. πῶς δὲ οὐ δεινὸν ἐκεῖνον μὲν μὴ μελλῆσαι ἡμᾶς ἀδικεῖν, ἡμᾶς δὲ δὴ μέλλειν ἀμύνασθαι; καὶ ἐκεῖνον μὲν ἐκ πολλοῦ τὰ ὅπλα ἐν χερσὶν ἔχοντα πάντα τὰ τοῦ πολέμου πράττειν, ἡμᾶς δὲ ἐν ψηφίσμασι καὶ πρεσβείαις τοὺς χρόνους κατατρίβειν, καὶ ὃν ἐκ τῶν ἔργων ἀδικοῦντα πάλαι πεφωράκαμεν, τοῦτον συλλαβαῖς καὶ
44.2
ῥήμασι μόνοις μεταχειρίζεσθαι; τί προσδοκῶντας; ἢ ὅτι ὑπακούσει ποτὲ ἡμῖν καὶ αἰδεσθήσεταί ποτε ἡμᾶς; καὶ πῶς, ὅς γε ἐς τοῦτʼ ἤδη προκεχώρηκεν ὥστε μηδʼ ἂν βούληται δύνασθαι δημοκρατικῶς ἡμῖν συμπολιτεῦσαι; εἰ μὲν γὰρ ἴσως καὶ κοινῶς ζῆν ἠβούλετο, οὐδʼ ἂν ἀπʼ ἀρχῆς τοιούτοις πράγμασιν ἐπεχείρησεν, εἴ τε καὶ ὑπʼ ἀνοίας ἢ καὶ προπετείας τοῦτʼ ἐποίησε, πάντως ἂν ἑκὼν