Kitap 45
44.3
εὐθὺς αὐτῶν ἀπηλλάγη· νῦν δʼ ἅπαξ καὶ ἐκ τῶν νόμων καὶ ἐκ τῆς πολιτείας ἐκβάς, καί τινα καὶ δύναμιν ἐκ τούτου καὶ ἐξουσίαν προσλαβών, οὐκ ἔστιν ὅπως ἂν ἐθελούσιος μεταβάλοιτο metaba/loito R. Steph., metaba/lloito LM. καὶ τῶν δογμάτων τι τῶν ὑμετέρων προτιμήσειεν, ἀλλʼ ἀνάγκη τὸν τοιοῦτον αὐτοῖς τοῖς ὅπλοις, οἷσπερ ἡμᾶς ἀδικεῖν ἐτόλμησε, καὶ κολασθῆναι.
45.1
καί μοι νῦν μάλιστα τὸ λεχθέν ποτε ὑπʼ αὐτοῦ ἐκείνου μνημονεύσατε, ὅτι οὐχ οἷόν τέ ἐστιν ὑμῖν, ἂν μὴ κρατήσητε, σωθῆναι. οὐδὲν οὖν ἄλλο ποιοῦσιν οἱ κελεύοντες ὑμᾶς πρεσβεύσασθαι ἢ ὅπως ὑμεῖς μὲν βραδύνητε, κἀκ τούτου καὶ τὰ τῶν συμμαχούντων ὑμῖν ἀργότερα καὶ ἀθυμότερα
45.2
γένηται, ἐκεῖνος δὲ ἐν τούτῳ καθʼ ἡσυχίαν πάνθʼ ὅσα ἂν βούληται πράξῃ, καὶ τόν τε Δέκιμον ἐξέλῃ καὶ τὴν Μούτιναν ἐκπολιορκήσῃ τήν τε Γαλατίαν πᾶσαν λάβῃ, ὥστε μηκέθʼ ἡμᾶς ὅπως αὐτῷ χρησώμεθα εὑρεῖν δυνηθῆναι, ἀλλʼ ὑποδεδιέναι τε καὶ θεραπεύειν αὐτὸν καὶ προσκυνεῖν
45.3
ἀνάγκην a)na/gkhn R. Steph., a)nagkh=i LM. ἔχειν. ἓν δὲ ἔτι e)/ti M, o(/ti L. τοῦτο περὶ τῆς πρεσβείας εἰπὼν παύσομαι, ὅτι οὐδὲ ὁ Ἀντώνιος λόγον τινὰ ὑμῖν ἔδωκε περὶ ὧν πράττειν ἔμελλεν, ἵνα καὶ ὑμεῖς τοῦτο ποιήσητε.
45.4
ἐγὼ μὲν οὖν καὶ διὰ ταῦτα καὶ διὰ τἆλλα πάντα συμβουλεύω ὑμῖν μὴ μέλλειν μηδὲ διατρίβειν, ἀλλʼ ὅτι τάχιστα αὐτῷ πολεμῆσαι, λογισαμένους ὅτι τὰ πλείω τῶν πραγμάτων τοῖς
45.5
καιροῖς ἢ ταῖς δυνάμεσι κατορθοῦται, katorqou=tai Reim., katorqou=ntai LM. καὶ πάντως που καὶ ἐκ τούτου συνιέναι ὅτι οὐκ ἄν ποτε τὴν εἰρήνην, ἐν ᾗ καὶ πλεῖστον ἰσχύω καὶ πλοῦτον καὶ δόξαν ἐκτησάμην, ἀφείς, εἴγε καὶ τῷ ἔργῳ εἰρήνη ἦν, ei)rh/nh h)=n Bk., ei)rh/nhn LM. πολεμεῖν ὑμῖν, εἰ μή γε καὶ συμφέρειν
46.1
ἡγούμην, παρῄνεσα. parh/|nesa Dind., paraine/sai LM. καὶ σοὶ soi\ R. Steph., su\ LM. δέ, ὦ Καλῆνε, τοῖς τε ἄλλοις τοῖς ταὐτά σοι φρονοῦσι συμβουλεύω καθʼ ἡσυχίαν ἐπιτρέψαι τῇ th=| Rk., th=| te LM. γερουσίᾳ τὰ προσήκοντα ψηφίσασθαι, καὶ μὴ τῆς ἰδίας ὑμῶν πρὸς Ἀντώνιον χάριτος ἕνεκα τὰ κοινῇ πᾶσιν ἡμῖν