Kitap 45
11.1
Ἰβηρίας ἀπηλλάγη· Καῖσαρ δὲ καὶ Ἀντώνιος πάντα μὲν ἐπʼ ἀλλήλοις ἔπραττον, οὐ μέντοι καὶ φανερῶς πω συνερρώγεσαν, ἀλλὰ καίπερ τῷ ἔργῳ ἐκπεπολεμωμένοι, τῇ γοῦν δοκήσει ἐπεκρύπτοντο. κἀκ τούτου καὶ τἆλλα τὰ ἐν τῇ πόλει πάντα ἔν
11.2
τε ἀκρισίᾳ a)krisi/a| L Xiph., a)krasi/ai M. πολλῇ ἦν καὶ συνεκέχυτο. εἰρήνουν ἔτι καὶ ἐπολέμουν ἤδη· τό τε τῆς ἐλευθερίας σχῆμα ἐφαντάζετο καὶ τὰ τῆς δυναστείας ἔργα ἐγίγνετο. καὶ ἐν μὲν τῷ ἐμφανεῖ e)mfanei= Xiph., a)fanei= LM. ὁ Ἀντώνιος, ἅτε καὶ ὑπατεύων, ἐπλεονέκτει, ἡ δὲ δὴ σπουδὴ τῶν ἀνθρώπων ἐς τὸν Καίσαρα ἐποίει, τὸ μὲν διὰ τὸν πατέρα αὐτοῦ, τὸ δὲ καὶ διὰ τὰς ἐλπίδας ὧν ὑπισχνεῖτο, μέγιστον δὲ de\ Rk., te LM Xiph. ὅτι τῷ τε Ἀντωνίῳ πολὺ δυναμένῳ ἤχθοντο καὶ τῷ Καίσαρι μηδέπω
11.3
ἰσχύοντι συνῄροντο. ἐφίλουν μὲν γὰρ οὐδέτερον, νέων δὲ δὴ ἀεὶ πραγμάτων ἐπιθυμοῦντες, καὶ τὸ μὲν κρεῖττον ἀεὶ πᾶν καθαιρεῖν τῷ δὲ πιεζομένῳ βοηθεῖν πεφυκότες, ἀπεχρῶντο αὐτοῖς πρὸς τὰ σφέτερα ἐπιθυμήματα. ταπεινώσαντες οὖν τότε διὰ τοῦ Καίσαρος τὸν Ἀντώνιον, ἔπειτα κἀκεῖνον
11.4
καταλῦσαι ἐπεχείρησαν. τοῖς γάρ τι ἀεὶ δυναμένοις βαρυνόμενοι τούς τε ἀσθενεστέρους προσελάμβανον καὶ διὰ τούτων αὐτοὺς καθῄρουν· ἔπειτα καὶ ἐκείνοις ἠλλοτριοῦντο. κἀκ τούτου ἀντικαθιστάντες σφᾶς ἐς τὸ ἐπίφθονον τοὺς αὐτοὺς καὶ ἐφίλουν καὶ ἐμίσουν, καὶ ηὖξον καὶ ἐταπείνουν.
12.1
οὕτως οὖν αὐτῶν καὶ περὶ τὸν Καίσαρα καὶ περὶ τὸν Ἀντώνιον ἐχόντων ἀρχὴν τήνδε ὁ πόλεμος ἔλαβεν. ὁ Καῖσαρ τοῦ Ἀντωνίου ἐς τὸ Βρεντέσιον πρὸς τοὺς στρατιώτας τοὺς ἐκ τῆς Μακεδονίας περαιωθέντας ἀφορμήσαντος ἐκεῖσε
12.2
μὲν ἑτέρους τινὰς μετὰ χρημάτων, ὅπως σφᾶς σφετερίσωσι, προαπέστειλεν, αὐτὸς δὲ μέχρι Καμπανίας ἐλθὼν πλῆθος ἀνδρῶν ἐκ τῆς Καπύης μάλιστα, ἅτε καὶ παρὰ τοῦ πατρὸς αὐτοῦ, ᾧ τιμωρεῖν ἔλεγε, τήν τε χώραν καὶ τὴν πόλιν εἰληφότων, ἤθροισεν, ὑπισχνεῖτό τέ σφισι πολλά, καὶ ἔδωκεν εὐθὺς τότε κατὰ πεντακοσίας δραχμάς.