Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 46

19.5 χωρίων αἰσχυνθῇ· τάς τε ἐντολὰς τὰς παρὰ τοῦ δήμου συνέπλασεν, ἵνʼ αὐτὰς ἀκούσας λογίσηται οὐχ ὅσα τότε ὁ Ἀντώνιος ἔλεγεν, ἀλλʼ ὅσα ἂν ὁ δῆμος ὁ Ῥωμαίων εἰπεῖν τινι ἐνετείλατο. πόθεν γὰρ ἂν ἐπίστευσε τὸν δῆμον ταῦτʼ ἐπεσταλκέναι τῳ, μήτε ἐψηφισμένον τι τοιοῦτον αὐτὸν εἰδὼς μήτε
19.6 ἐπιβοῶντα αἰσθόμενος; ἀλλʼ ἔδει γὰρ αὐτὸν καὶ ἐν τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ, ἐν ᾗ πολλὰ πολλάκις ὑπὲρ τῆς ἐλευθερίας ἐβουλευσάμεθα, καὶ παρὰ τῷ βήματι, ἀφʼ οὗ μυρία ἐπὶ μυρίοις ὑπὲρ τῆς δημοκρατίας ἐπολιτευσάμεθα, ἔν τε τῇ ἑορτῇ τῶν Λυκαίων, ἵνα ἀναμνησθῇ τοῦ Ῥωμύλου, καὶ ὑπὸ τοῦ ὑπάτου, ἵνʼ ἐννοήσῃ τὰ τῶν ἀρχαίων ὑπάτων
19.7 ἔργα, καὶ ἐπὶ τῷ τοῦ δήμου ὀνόματι ταῦτα ἀκοῦσαι, ἵνʼ ἐνθυμηθῇ τοῦθʼ, ὅτι οὐκ Ἄφρων οὐδὲ Γαλατῶν οὐδὲ Αἰγυπτίων ἀλλʼ αὐτῶν Ῥωμαίων τυραννεῖν ἐπεχείρει. ταῦτα αὐτὸν τὰ ῥήματα ἐπέστρεψεν, ταῦτʼ ἐταπείνωσε· καὶ τάχα ἂν τὸ διάδημα, εἴπερ τις ἄλλος αὐτῷ προσήνεγκε, λαβών, ἔπειτα διʼ ἐκεῖνα καὶ ἐκολούσθη καὶ ἔφριξε καὶ κατέδεισε.
19.8 τὰ μὲν οὖν Ἀντωνίου ἔργα σοι ταῦτά ἐστιν, οὐ σκέλος ἄλλως κατάξαντος ἵνα αὐτὸς φύγῃ, οὐδὲ χεῖρα κατακαύσαντος ἵνα Πορσένναν φοβήσῃ, ἀλλὰ τὴν τυραννίδα τὴν τοῦ Καίσαρος σοφίᾳ καὶ περιτεχνήσει, καὶ ὑπὲρ τὸ δόρυ τὸ Δεκίου καὶ ὑπὲρ τὸ ξίφος τὸ Βρούτου, παύσαντος.
20.1 σὺ δʼ, ὦ Κικέρων, τί ἐν τῇ ὑπατείᾳ σου οὐχ ὅτι σοφὸν ἢ ἀγαθόν, ἀλλʼ οὐ καὶ τιμωρίας τῆς μεγίστης ἄξιον ἔπραξας; οὐχ ἡσυχάζουσαν μὲν καὶ ὁμονοοῦσαν τὴν πόλιν ἡμῶν καὶ ἐξετάραξας καὶ ἐστασίασας, τὴν ἀγορὰν καὶ τὸ Καπιτώλιον ἄλλων τέ τινων καὶ δούλων παρακλήτων πληρώσας;
20.2 οὐ τὸν Κατιλίναν σπουδαρχήσαντα μόνον, ἄλλο δὲ μηδὲν δεινὸν ποιήσαντα κακῶς ἀπώλεσας; οὐ τὸν Λέντουλον καὶ τοὺς μετʼ αὐτοῦ μήτʼ ἀδικήσαντάς τι μήτε κριθέντας μήτε ἐλεγχθέντας οἰκτρῶς διέφθειρας, καίτοι πολλὰ μὲν περὶ τῶν νόμων πολλὰ δὲ καὶ περὶ τῶν δικαστηρίων ἀεὶ καὶ πανταχοῦ θρυλῶν; ἃ εἴ τις ἀφέλοιτο

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi