Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 46

20.3 τῶν σῶν λόγων, τὸ λοιπὸν οὐδέν ἐστι. Πομπηίῳ μὲν γὰρ ἐνεκάλεις ὅτι τῷ Μίλωνι παρὰ τὰ νενομισμένα τὴν κρίσιν ἐποίησε· σὺ δὲ οὔτε μικρὸν οὔτε μεῖζον οὐδὲν ἐκ τῶν περὶ ταῦτα τεταγμένων Λεντούλῳ παρέσχες, ἀλλὰ ἄνευ λόγου καὶ κρίσεως ἐνέβαλες ἐς τὸ δεσμωτήριον ἄνδρα ἐπιεικῆ γέροντα, πολλὰ μὲν καὶ μεγάλα πρὸς τὴν πατρίδα ἐκ προγόνων ἐνέχυρα φιλίας ἔχοντα, μηδὲν δὲ μήθʼ ὑπὸ τῆς ἡλικίας μήθʼ ὑπὸ τῶν τρόπων νεωτερίσαι
20.4 δυνάμενον. τί μὲν γὰρ αὐτῷ κακὸν παρῆν, ὃ τῇ μεταβολῇ ἂν τῶν πραγμάτων ἐξιάσατο; τί δʼ οὐκ ἀγαθὸν εἶχε, περὶ, περὶ οὗ πάντως ἂν νεοχμώσας τι ἐκινδύνευσε; ποῖα ὅπλα ἠθροίκει, ποίους συμμάχους παρεσκεύαστο, pareskeu/asto Bk., pareskeua/sato LM. ἵνʼ οὕτως οἰκτρῶς καὶ ἀνοσίως ἀνὴρ ὑπατευκώς, στρατηγῶν, μήτε τι mh/te ti L, mh/te e)/ti M. εἰπὼν μήτʼ ἀκούσας ἔς τε τὸ οἴκημα ἐμπέσῃ καὶ ἐκεῖ ὥσπερ οἱ κακουργότατοι φθαρῇ;
20.5 τοῦτο γάρ ἐστιν ὃ μάλιστα ὁ καλὸς οὗτος Τούλλιος ἐπεθύμησεν, ἵνʼ ἐν τῷ ὁμωνύμῳ αὐτοῦ χωρίῳ After xwri/w| LM have tw=| *toulliei/w| ( “the Tullianum” ); Naber deleted. τὸν ἔγγονον τοῦ Λεντούλου ἐκείνου τοῦ προκρίτου ποτὲ τῆς βουλῆς γενομένου ἀποκτείνῃ.
21.1 καίτοι τί ποτʼ ἂν ἐποίησεν ἐνοπλίου ἐξουσίας λαβόμενος ὁ τοιαῦτα καὶ τοσαῦτα ἐκ μόνων τῶν λόγων εἰργασμένος; ταῦτα γάρ σου τὰ λαμπρὰ ἔργα ἐστί, ταῦτα τὰ μεγάλα στρατηγήματα· ἐφʼ οἷς οὕτως οὐχ ὅπως ὑπὸ τῶν ἄλλων κατεγνώσθης, ἀλλὰ καὶ αὐτὸς σαυτοῦ sautou= Bk., e(autou= LM. κατεψηφίσω, ὥστε πρὶν
21.2 καὶ κριθῆναι φυγεῖν. καίτοι τίς ἂν ἑτέρα μείζων ἀπόδειξις τῆς σῆς μιαιφονίας γένοιτο ἢ ὅτι καὶ ἐκινδύνευσας ἀπολέσθαι ὑπʼ αὐτῶν ἐκείνων ὑπὲρ ὧν ἐσκήπτου ταῦτα πεποιηκέναι, καὶ ἐφοβήθης αὐτοὺς ἐκείνους οὓς ἔλεγες ἐκ τούτων εὐηργετηκέναι, eu)hrgethke/nai Bk., eu)ergethke/nai LM. καὶ οὐχ ὑπέμεινας οὔτʼ ἀκοῦσαί τι αὐτῶν οὔτʼ εἰπεῖν τι αὐτοῖς ὁ δεινός, ὁ περιττός, ὁ καὶ τοῖς ἄλλοις βοηθῶν, ἀλλὰ φυγῇ τὴν σωτηρίαν

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi