Kitap 46
21.3
ὥσπερ ἐκ μάχης ἐπορίσω; καὶ οὕτω γε ἀναίσχυντος εἶ ὥστε καὶ συγγράψαι ταῦτα τοιαῦτα ὄντα ἐπεχείρησας· ὃν ἐχρῆν εὔχεσθαι μηδὲ τῶν ἄλλων τινὰ αὐτὰ συνθεῖναι, ἵνα ἀλλὰ τοῦτό γε κερδάνῃς, τὸ συναπολέσθαι σοι τὰ πεπραγμένα καὶ μηδεμίαν αὐτῶν μνήμην τοῖς ἔπειτα παραδοθῆναι. καὶ ὅπως γε καὶ γελάσητε,
21.4
ἀκούσατε τὴν σοφίαν αὐτοῦ. προθέμενος γὰρ πάντα τὰ τῇ πόλει πεπραγμένα συγγράψαι (καὶ γὰρ σοφιστὴς καὶ ποιητὴς καὶ φιλόσοφος καὶ ῥήτωρ καὶ συγγραφεὺς εἶναι πλάττεταἰ ἔπειτʼ οὐκ ἀπὸ τῆς κτίσεως αὐτῆς, ὥσπερ οἱ ἄλλοι οἱ τοῦτο ποιοῦντες, ἀλλὰ ἀπὸ τῆς ὑπατείας τῆς ἑαυτοῦ ἤρξατο, ἵνα ἀνάπαλιν προχωρῶν ἀρχὴν μὲν τοῦ λόγου ἐκείνην, τελευτὴν δὲ τὴν τοῦ Ῥωμύλου βασιλείαν ποιήσηται.
22.1
λέγε τοίνυν, τοιαῦτα γράφων καὶ τοιαῦτα πράττων, οἷα δεῖ τὸν ἀγαθὸν ἄνδρα καὶ λόγῳ δημηγορεῖν καὶ ἔργῳ ποιεῖν· ἀμείνων γὰρ εἶ ἑτέροις τισὶν ὁτιοῦν παραινεῖν ἢ αὐτὸς τὰ προσήκοντα πράττειν, καὶ τοῖς ἄλλοις ἐπιτιμᾶν ἢ
22.2
σεαυτὸν ἐπανορθοῦν. καίτοι πόσῳ σε κρεῖττον ἦν, ἀντὶ μὲν τῆς δειλίας ἣν Ἀντωνίῳ ὀνειδίζεις, αὐτὸν τὴν μαλακίαν καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀποθέσθαι, ἀντὶ δὲ τῆς ἀπιστίας ἣν ἐκείνῳ προφέρεις, αὐτὸν μήτʼ ἄπιστόν τι ποιεῖν μήτʼ αὐτομολεῖν, ἀντὶ δὲ τῆς ἀχαριστίας ἧς h(=s Dind., th=s LM. ἐκείνου
22.3
κατηγορεῖς, αὐτὸν μὴ ἀδικεῖν τοὺς εὐεργέτας; ἓν γάρ τοι καὶ τοῦτο τῶν κακῶν τῶν ἐμφύτων αὐτῷ ἐστιν, ὅτι μισεῖ μάλιστα πάντων τούς τι αὐτὸν εὖ πεποιηκότας, καὶ τῶν μὲν ἄλλων ἀεί τινας θεραπεύει, τούτοις δὲ ἐπιβουλεύει. ἵνα γοῦν τἆλλα ἐάσω, ἐλεηθεὶς ὑπὸ τοῦ Καίσαρος καὶ σωθεὶς ἔς τε τοὺς εὐπατρίδας ἐγγραφεὶς ἀπέκτεινεν, οὐκ αὐτοχειρίᾳ (πόθεν, δειλός τε οὕτω καὶ γύννις ὤν;ʼ ἀλλʼ ἀναπείσας καὶ παρασκευάσας
22.4
τοὺς τοῦτο ποιήσαντας. καὶ ὅτι ταῦτα ἀληθῆ λέγω, αὐτοὶ ἐκεῖνοι ἐδήλωσαν· ὅτε γοῦν γυμνοῖς τοῖς ξίφεσιν ἐς τὴν ἀγορὰν ἐσέδραμον, ὀνομαστὶ αὐτὸν ἀνεκάλεσαν συνεχῶς εἰπόντες, (ὦ Κικέρων,ʼ