Kitap 46
33.5
ἀμέλει καὶ τότε οἱ ὕπατοι ἀμφότεροι καὶ ἐκ τοῦ ὁμίλου πάμπολυ πλῆθος, τὸ μὲν ἐν τῷ παρόντι τὸ δὲ καὶ μετὰ ταῦτα, τῶν τε ἱππέων καὶ τῶν βουλευτῶν πολλοί, καὶ οἱ μάλιστα ἀνὰ
33.6
πρώτους ὄντες, ἀπώλοντο. τοῦτο μὲν γὰρ αἱ μάχαι, τοῦτο δὲ καὶ οἱ οἴκοι σφαγαὶ τὸν Σύλλειον τρόπον αὖθις γενόμεναι πᾶν ὅ τι περ ἦν o(/ ti per h)=n Hemsterhuis, o(/ti perih=n L. ἄνθος αὐτῶν, ἔξω τῶν δρώντων σφᾶς, ἔφθειραν.
34.1
αἴτιοι δὲ τῶν κακῶν τούτων αὐτοὶ ἑαυτοῖς οἱ βουλευταὶ ἐγένοντο. δέον γὰρ αὐτοὺς ἕνα τινὰ τὸν τὰ ἀμείνω φρονοῦντα προστήσασθαι καὶ ἐκείνῳ διὰ παντὸς συνάρασθαι, suna/rasqai Bs., sunai/rasqai L. τοῦτο μὲν οὐκ ἐποίησαν, ὑπολαβόντες δὲ δή τινας καὶ ἐπὶ τοὺς ἑτέρους ἐπαυξήσαντες ἔπειτα καὶ ἐκείνους ἀντικαθελεῖν ἐπεχείρησαν, κἀκ τούτου φίλον μὲν
34.2
οὐδένα, ἐχθροὺς δὲ πάντας ἔσχον. οὐ γὰρ τὸν αὐτὸν τρόπον πρός τε τοὺς λυπήσαντάς τινες καὶ πρὸς τοὺς εὐεργετήσαντας διατίθενται, ἀλλὰ τῆς μὲν ὀργῆς καὶ ἄκοντες μνημονεύουσι, τῆς δὲ δὴ χάριτος καὶ ἑκόντες ἐπιλανθάνονται, τὸ μέν τι ἀπαξιοῦντες εὖ πεπονθέναι δοκεῖν ὑπό τινων, ὡς καὶ ἀσθενέστεροί σφων δόξοντες do/contes flor., do/cantes L. εἶναι, τὸ δὲ ἀγανακτοῦντες εἴπερ ἀνατὶ κεκακῶσθαι a)nati\ kekakw=sqai flor., a)ntikekakw=sqai L. νομισθήσονται πρός τινος, ὡς καὶ ἀνανδρίαν ὀφλήσοντες.
34.3
καὶ ἐκεῖνοι οὖν ἕνα μὲν μηδένα προσδεξάμενοι, ἄλλῳ δὲ καὶ ἄλλῳ ἐν μέρει προσθέμενοι, καὶ τὰ μὲν ὑπὲρ αὐτῶν τὰ δὲ καὶ κατʼ αὐτῶν καὶ ψηφισάμενοι καὶ πράξαντες, πολλὰ μὲν διʼ
34.4
αὐτοὺς πολλὰ δὲ καὶ ὑπʼ αὐτῶν ἔπαθον. ἡ μὲν γὰρ ὑπόθεσις τοῦ πολέμου μία πᾶσί σφισιν ἦν, τόν τε δῆμον καταλυθῆναι καὶ δυναστείαν τινὰ γενέσθαι· μαχόμενοι δὲ οἱ μὲν ὅτῳ δουλεύσουσιν, οἱ δὲ ὅστις αὐτῶν δεσπόσει, τὰ μὲν πράγματα ἀμφότεροι ὁμοίως ἔφθειρον, πρὸς δὲ δὴ τὴν τύχην
34.5
διάφορον ἑκάτεροι δόξαν ἐκτήσαντο. οἱ μὲν γὰρ εὖ πράξαντες καὶ εὔβουλοι καὶ φιλοπόλιδες ἐνομίσθησαν, οἱ δὲ δὴ πταίσαντες καὶ πολέμιοι τῆς πατρίδος καὶ ἀλιτήριοι ὠνομάσθησαν. ἐς τοῦτο μὲν δὴ τότε τὰ τῶν Ῥωμαίων πράγματα προήχθη, λέξω δὲ καὶ καθʼ ἕκαστον