Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 46

43.2 ἐκέλευον. ἀναβαλλομένων οὖν αὐτῶν τὴν ἀπόκρισιν ὡς καὶ σκέψεως δεομένην, ἄδειάν τινι τῶν τὰ τοῦ Ἀντωνίου πραξάντων ἐκ τῆς τοῦ Καίσαρος, ὥσπερ εἰκὸς ἦν, ἐντολῆς ᾔτησαν, οὐχ ὅτι καὶ ἐβούλοντο αὐτῆς τυχεῖν, ἀλλʼ ἵνα ἀποπειραθῶσί τε αὐτῶν εἰ ταύτην γε δώσουσί σφισιν, ἢ καὶ ἀφορμὴν ὀργῆς λάβωσι τὸ καὶ διʼ ἐκείνην
43.3 δοκεῖν χαλεπαίνειν. ἀποτυχόντες γοῦν αὐτῆς (ἀντεῖπε μὲν γὰρ οὐδείς, πολλῶν δὲ τὸ to\ Bk., tou= LM. αὐτὸ τοῦτο ὑπὲρ ἑτέρων ἅμα ἀξιωσάντων, καὶ τὸ κατʼ ἐκείνους, ὡς πολὺ ἐγίγνετο, εὐπρεπῶς πως διεκρούσθἠ
43.4 οἵ τε ἄλλοι φανερῶς ὠργίζοντο, καὶ εἷς τις αὐτῶν ἐξῆλθέ τε ἐκ τοῦ βουλευτηρίου, καὶ τὸ ξίφος λαβών (ἄοπλοι γὰρ ἐσεληλύθεσανʼ ἥψατό τε αὐτοῦ καὶ εἶπεν ὅτι, “ἂν ὑμεῖς τὴν ὑπατείαν μὴ δῶτε τῷ Καίσαρι, τοῦτο δώσει.” καὶ αὐτῷ ὁ Κικέρων ὑπολαβὼν “ἂν οὕτως,” ἔφη, “παρακαλῆτε,
43.5 λήψεται αὐτήν.” ἐκείνῳ μὲν καὶ τοῦτο τὸν ὄλεθρον παρεσκεύασεν· ὁ δὲ δὴ Καῖσαρ τὸ μὲν ὑπὸ τοῦ στρατιώτου πραχθὲν οὐκ ἐμέμψατο, ὅτι δὲ τά τε ὅπλα ἐς τὸ συνέδριον ἐσιόντες ἀποθέσθαι ἠναγκάσθησαν, καί τις αὐτῶν ἐπύθετο πότερον παρὰ τῶν στρατοπέδων ἢ παρὰ τοῦ Καίσαρος
43.6 ἐπέμφθησαν, ἔγκλημα ἐποιεῖτο, καὶ τόν τε Ἀντώνιον καὶ τὸν Λέπιδον (καὶ γὰρ ἐκεῖνον κατὰ τὴν φιλίαν αὐτοῦ τὴν πρὸς τὸν Ἀντώνιον προσετέθειτὀ σπουδῇ μετεπέμψατο, καὶ αὐτὸς ἐπὶ τὴν Ῥώμην, ἐκβιασθεὶς δῆθεν ὑπὸ τῶν στρατιωτῶν, μετὰ πάντων αὐτῶν ὥρμησε.
44.1 καὶ τῶν τε ἱππέων τινὰ καὶ ἄλλους ὑποτοπήσαντες ἐπὶ κατασκοπῇ σφων παρεῖναι ἔσφαξαν, καὶ τὰ χωρία τῶν ἀντιγνωμονούντων σφίσιν ἐλυμαίνοντο, ἐπί τε τῇ προφάσει ταύτῃ καὶ ἄλλα
44.2 πολλὰ ἐκακούργουν. πυθόμενοι οὖν οἱ βουλευταὶ τὴν ἔφοδον αὐτῶν, τά τε χρήματα αὐτοῖς πρὶν πλησιάσαι σφᾶς ἔπεμψαν, εἴ πως λαβόντες αὐτὰ ἀναχωρήσειαν, καὶ ἐπειδὴ καὶ ὣς ἠπείγοντο,
44.3 ὕπατον τὸν Καίσαρα ἀπέδειξαν. οὐδὲν ou)de\n Bk., kai\ ou)de\n LM. μέντοι οὐδὲ ἐκ τούτου ἀπώνηντο· a)pw/nhnto Naber, a)pw/nanto LM. ὧν γὰρ οὐχ ἑκόντες ἀλλʼ ἀναγκασθέντες ἔπραξαν, οὐδεμίαν σφίσι χάριν οἱ στρατιῶται ἔσχον, ἀλλὰ καὶ ἐπὶ πλεῖον, ἅτε καὶ ἐκπεφοβηκότες αὐτούς, ἐθρασύνοντο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi