Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 46

48.2 ποιήσασθαι. ὡς δὲ καὶ ἐκεῖνοι τοῖς χρήμασι, καίπερ ἔκ τε τῶν κοινῶν οὖσι καὶ ἐπὶ τῇ τοῦ πολέμου προφάσει συναχθεῖσι, κατελήφθησαν, οὕτω δὴ τοὺς σφαγέας μετῆλθε. καὶ ἵνα γε μὴ βιαίως ἀλλʼ ἐν δίκῃ τινὶ ποιεῖν αὐτὸ δόξῃ, νόμον τέ τινα περὶ τῆς κρίσεως αὐτῶν ἐσήνεγκε καὶ
48.3 δικαστήρια καὶ ἀποῦσί σφισιν ἐκάθισεν. οἵ τε γὰρ πλείους αὐτῶν ἀπεδήμουν, καί τινες καὶ ἡγεμονίας ἐθνῶν εἶχον· καὶ οἱ παρόντες οὔτʼ ἀπήντησαν ὑπὸ τοῦ δέους, καὶ προσέτι καὶ διαλαθόντες ἐξεχώρησαν. ἐρήμην οὖν οὐχ ὅπως οἵ τε αὐτόχειρες τοῦ Καίσαρος γενόμενοι καὶ οἱ συνομόσαντές σφισιν, ἀλλὰ καὶ ἄλλοι πολλοί, οὐχ ὅτι μὴ ἐπιβουλεύσαντες τῷ Καίσαρι ἀλλʼ
48.4 οὐδὲ ἐν τῇ πόλει τότε γε ὄντες, ἥλωσαν. τοῦτο δὲ ἐπὶ τὸν Πομπήιον τὸν Σέξτον μάλιστα κατεσκευάσθη· καὶ γὰρ ἐκεῖνος ἥκιστα τῆς ἐπιθέσεως μετασχὼν ὅμως κατὰ τὸ πολέμιον αὐτοῦ κατεψηφίσθη. καὶ αὐτοί τε πυρὸς καὶ ὕδατος εἴρχθησαν, καὶ αἱ οὐσίαι αὐτῶν ἐδημεύθησαν· τά τε ἔθνη, οὐκ ἐκεῖνα μόνον ὧν τινες αὐτῶν ἦρχον, ἀλλὰ καὶ τὰ λοιπὰ πάντα τοῖς τοῦ Καίσαρος φίλοις ἐπετράπη.
49.1 ἐν τούτοις δὲ τοῖς ὑπαιτίοις καὶ ὁ Κάσκας ὁ Πούπλιος ὁ Σερουίλιος ὁ δήμαρχος ἐγένετο· καὶ ἐπειδὴ προϋποτοπήσας τὸν Καίσαρα ὑπεξῆλθε πρὶν καὶ ἐς τὴν πόλιν αὐτὸν ἐσελθεῖν, τῆς τε ἀρχῆς ὡς καὶ παρὰ τὰ πάτρια ἀποδημήσας ἐπαύθη, τοῦ πλήθους ὑπὸ Πουπλίου Τιτίου συνάρχοντος αὐτῷ
49.2 ἀθροισθέντος, καὶ οὕτως ἑάλω. ἐπειδή τε ὁ Τίτιος οὐκ ἐς μακρὰν ἐτελεύτησεν, ἐβεβαιώθη τὸ ἀπὸ τοῦ ἀρχαίου τετηρημένον· οὐδεὶς γὰρ ἐς ἐκεῖνο τοῦ χρόνου συνάρχοντά τινα καταλύσας ἀπηνιαύτισεν, a)phniau/tisen Bk., a)peniau/tisen LM. ἀλλὰ τοῦτο μὲν ὁ Βροῦτος ἐπὶ τῇ τοῦ Κολλατίνου καταπαύσει ἐπαπέθανε, τοῦτο δὲ ὁ Γράκχος ἐπὶ τῇ τοῦ Ὀκταουίου καταλύσει ἀπεσφάγη, ὅ τε Κίννας ὁ τόν τε Μάρυλλον καὶ τὸν Φλάουιον ἀπαλλάξας οὐκ ἐς μακρὰν ἀπεφθάρη.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi