Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 46

49.3 ταῦτα μὲν οὕτω τετήρηται, τῶν δὲ δὴ τοῦ Καίσαρος φονέων συχνοὶ μὲν ἐς τὴν τοῦ παιδὸς αὐτοῦ χάριν, συχνοὶ δὲ καὶ ὑπὸ τῶν ἄθλων a)/qlwn Bk., a)/llwn LM. προσαναπειθόμενοι κατηγόρουν· χρήματά τε γὰρ ἐκ τῆς τοῦ ἁλόντος οὐσίας καὶ τὴν τιμὴν τήν τε ἀρχὴν τὴν ἐκείνου, εἴ τινα ἄρα ἔχων ἦν, τό τε μηκέτι μήτʼ αὐτὸν μήτε τοὺς υἱεῖς τούς τε ἐγγόνους
49.4 αὐτοῦ στρατεύεσθαι ἐλάμβανον. τῶν γε μὴν δικασάντων σφίσιν οἱ μὲν πλείους τῇ τε χάριτι καὶ τῷ δέει τῷ τοῦ Καίσαρος κατεψηφίζοντο αὐτῶν, ἐνδεικνύμενοί πῃ ὡς καὶ δικαίως αὐτὸ ποιοῦντες· εἰσὶ δὲ οἳ τὴν ψῆφον οἱ μὲν τῷ νόμῳ τῷ περὶ τῆς τιμωρίας σφῶν γεγραμμένῳ, οἱ δὲ καὶ τοῖς ὅπλοις τοῖς τοῦ Καίσαρος ἔδοσαν.
49.5 καί τις Σιλίκιος Κορωνᾶς βουλευτὴς ἄντικρυς τὸν Βροῦτον τὸν Μᾶρκον ἀπέλυσε. καὶ τότε μὲν αὐτός τε ἐπὶ τούτῳ μέγα ηὔχει καὶ παρὰ τῶν ἄλλων ἐπαίνους κρύφα ἐλάμβανε, τῷ τε Καίσαρι, ὅτι μὴ εὐθὺς ἀπέθανε, δόξαν ἐπιεικείας παρέσχεν, ὕστερον δὲ ἐκ προγραφῆς ἐθανατώθη.
50.1 Ταῦτʼ οὖν πράξας ὁ Καῖσαρ ἐπί τε τὸν Λέπιδον καὶ ἐπὶ τὸν Ἀντώνιον δῆθεν ἐστράτευσεν. ὁ γὰρ Ἀντώνιος, ὡς τότε ἐκ τῆς μάχης ἔφυγε καὶ αὐτὸν οὔθʼ ὁ Καῖσαρ, διὰ τὸ τῷ Δεκίμῳ τὸν πόλεμον ἐγχειρισθῆναι, οὔτε ἐκεῖνος, διὰ τὸ μὴ βούλεσθαι τὸν ἀντίπαλον τῷ Καίσαρι ὑπεξαιρεθῆναι, ἐπεδίωξε,
50.2 συνελέξατο ὅσους ἠδυνήθη τῶν ἐκ τῆς μάχης περισωθέντων, καὶ πρὸς τὸν Λέπιδον ἀφίκετο παρασκευασάμενον μὲν ὡς καὶ αὐτὸν ἐς τὴν Ἰταλίαν κατὰ τὸ δόγμα στρατεύσοντα, προσταχθέντα
50.3 δὲ αὖθις κατὰ χώραν μεῖναι. οἱ γὰρ βουλευταὶ ἐπειδὴ ἐπύθοντο τὸν Σιλανὸν τὰ τοῦ Ἀντωνίου πράξαντα, ἐφοβήθησαν τόν τε Λέπιδον καὶ τὸν Πλάγκον τὸν to\n Xyl., kai\ to\n LM. Λούκιον, μὴ καὶ ἐκεῖνοι αὐτῷ συνάρωνται, e)kei=noi au)tw=| suna/rwntai Oddey, e)kei=nos au)tw=i sunai/rhtai LM. καὶ πέμψαντες πρὸς αὐτοὺς
50.4 οὐδὲν ἔτι δεῖσθαί σφων ἔφασαν. ἵνα τε μηδὲν ὑποτοπήσωσι κἀκ τούτου τι κακουργήσωσιν, ἐκέλευσαν αὐτοῖς τοὺς ἐκ Οὐιέννης τῆς Ναρβωνησίας ὑπὸ τῶν Ἀλλοβρίγων ποτὲ ἐκπεσόντας καὶ ἐς τὸ μεταξὺ τοῦ τε Ῥοδανοῦ καὶ τοῦ Ἀράριδος, ᾗ συμμίγνυνται summi/gnuntai R. Steph., summi/gnutai LM. ἀλλήλοις, ἱδρυθέντας συνοικίσαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi