Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 46

11.2 καὶ γὰρ οὗτος πάνθʼ ὡς εἰπεῖν ὅσα ὑπὲρ τοῦ Καίσαρος ἐγιγνώσκετο. (ἀλλʼ ἐμποδών,ʼ φησίν, (ἐγίγνετο τῇ κοινῇ τῆς βουλῆς γνώμῃ.ʼ καὶ πρῶτον μὲν πῶς ἂν εἷς ἀνὴρ τοσοῦτον ἴσχυσεν; ἔπειτα δέ, εἰ καὶ κατεψηφίσθη διὰ τοῦθʼ , ὥσπερ λέγει, πῶς οὐκ ἂν καὶ ἐκολάσθη; (ἔφυγε γάρ,
11.3 ἔφυγε πρὸς τὸν Καίσαρα ἀπελθών.ʼ οὐκοῦν καὶ σύ, ὦ Κικέρων, οὐκ ἀπεδήμησας νῦν ἀλλʼ ἔφυγες, ὥσπερ καὶ πρότερον. ἀλλὰ μήτι γε mh/ti ge Cobet, mh/toi ge LM. καὶ ἐπὶ πάντας ἡμᾶς τὰ σεαυτοῦ ὀνείδη προπετῶς οὕτως ἄγε· φυγεῖν μὲν γάρ ἐστι τοῦτο ὃ σὺ πεποίηκας, τό τε δικαστήριον φοβηθεὶς καὶ τὴν τιμωρίαν
11.4 αὐτὸς σαυτοῦ sautou= Bk., e(autou= LM. προκαταγνούς. ἀμέλει καὶ ἐγράφη σοι κάθοδος· πῶς μὲν καὶ διὰ τίνα, οὐ λέγω, ἐγράφη δʼ οὖν, καὶ οὐ πρίν γε ἐπέβης τῆς Ἰταλίας πρὶν ἐκείνην σοι δοθῆναι. Ἀντώνιος δὲ καὶ ἀπῆλθε πρὸς τὸν Καίσαρα μηνύσων αὐτῷ τὰ πεπραγμένα, καὶ ἐπανῆλθε μηδενὸς ψηφίσματος
11.5 δεηθείς, καὶ τέλος τήν τε εἰρήνην τήν τε φιλίαν τὴν πρὸς αὐτὸν πᾶσι τοῖς ἐν τῇ Ἰταλίᾳ τότε εὑρεθεῖσιν ἐπρυτάνευσεν· ἧς καὶ οἱ λοιποὶ ἂν μετεσχήκεσαν, εἰ μὴ σοὶ πεισθέντες ἐπεφεύγεσαν.
12.1 Ἑἶτα τούτων οὕτως ἐχόντων τολμᾷς λεγειν ὅτι τόν τε Καίσαρα ἐπὶ τὴν πατρίδα ἐπήγαγε καὶ τὸν ἐμφύλιον πόλεμον ἐκίνησε καὶ τῶν μετὰ ταῦτα κακῶν αἰτιώτατος ἡμῖν ἐγένετο; οὐ μὲν οὖν, ἀλλὰ σύ, ὅστις Πομπηίῳ μὲν καὶ στρατεύματα ἀλλότρια καὶ ἡγεμονίαν ἔδωκας, Καίσαρα δὲ καὶ τῶν δεδομένων ἀποστερῆσαι ἐπεχείρησας·
12.2 ὅστις τῷ τε Πομπηίῳ καὶ τοῖς ὑπάτοις συνεβούλευσας τὰ μὲν προτεινόμενα ὑπὸ τοῦ Καίσαρος μὴ προσίεσθαι, τὴν δὲ δὴ πόλιν τήν τε Ἰταλίαν ὅλην ἐκλιπεῖν· ὅστις Καίσαρα μὲν οὐδὲ ἐς τὴν Ῥώμην ἐλθόντα εἶδες, πρὸς δὲ τὸν Πομπήιον καὶ
12.3 ἐς τὴν Μακεδονίαν ἀπέδρας. καὶ οὐδὲ ἐκείνῳ μέντοι οὐδὲν συνήρω, sunh/rw M, sunhirei L. ἀλλὰ περιιδὼν τὰ γιγνόμενα ἔπειτʼ, ἐπειδὴ ἐδυστύχησεν, ἐγκατέλιπες αὐτόν. οὕτως οὐδὲ ἀπʼ ἀρχῆς ὡς δικαιότερα αὐτῷ πράττοντι ἐβοήθησας, ἀλλὰ τὴν τε στάσιν κινήσας καὶ τὰ πράγματα ταράξας εἶτʼ ἐκ τοῦ ἀσφαλοῦς

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi