Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 46

14.4 τὴν τιμὴν αὐτῶν βιαίως ἀπῃτήθη, ἕτερον δὲ ὅτι μήτε τοῦ πατρὸς κληρονομήσας, καὶ πάνθʼ ὅσα ἐκτήσατο καταναλώσας ὥσπερ ἡ Χάρυβδις (ἀεὶ γάρ τι ἡμῖν ἐκ τῆς Σικελίας, καθάπερ ἐπιλελησμένοις ὅτι ἐς αὐτὴν ἔφυγε, παραφέρεἰ, τὴν τιμὴν πάντων ὧν ἐπρίατο ἀπέδωκεν.
15.1 ἐν μὲν οὖν τούτοις οὕτω τὰ ἐναντιώτατα αὐτὸς ἑαυτῷ λέγων ὁ θαυμαστὸς οὗτος ἐξελέγχεται, καὶ νὴ Δία καὶ ἐν ἐκείνοις, ὅτι τοτὲ μὲν πάντα αὐτὸν τὰ τῷ Καίσαρι πραχθέντα συνάρασθαι suna/rasqai R. Steph., sunai/rasqai LM. καὶ πάντων διὰ τοῦτο τῶν ἐμφυλίων κακῶν αἰτιώτατον γεγονέναι λέγει, τοτὲ δὲ ἐγκαλεῖ αὐτῷ, δειλίαν ὀνειδίζων, ὅτι μηδενὸς ἄλλου πλὴν
15.2 τῶν ἐν τῇ Θεσσαλίᾳ πραχθέντων μετέσχε. καὶ ἔγκλημά τε e)/gklhma/ te Bk., e)/gklh/mati L, e)gklh/mati M. αὐτοῦ ποιεῖται λέγων ὅτι τῶν φευγόντων τινὰς κατήγαγε, καὶ μέμφεται αὐτὸν ὅτι μὴ καὶ τῷ θείῳ τὴν κάθοδον ἔδωκεν, ὥσπερ τινὸς πιστεύοντος ὅτι οὐκ ἂν ἐκεῖνον πρῶτον, εἴπερ γε καὶ ὁντινοῦν ἠδυνήθη h)dunh/qh St., e)dunh/qh LM. καταγαγεῖν, ἐπανήγαγε, μήτε τι ἐγκαλῶν αὐτῷ μήτε ἐγκαλούμενος,
15.3 ὡς καὶ αὐτὸς οὗτος οἶδεν· ἀμέλει πολλὰ καὶ polla\ kai\ Bk., polla/kis LM. σχέτλια αὐτοῦ καταψευσάμενος οὐδὲν τοιοῦτον εἰπεῖν ἐτόλμησεν. οὕτω μὲν οὖν οὐδʼ ὁτιοῦν αὐτῷ διαφέρει πᾶν ὅ τι ποτʼ ἂν ἐπὶ τὴν γλῶτταν αὐτοῦ ἐπέλθῃ, καθάπερ τι πλύμα, plu/ma Naber, pneu=ma LM. ἐκχέαι.
16.1 ἀλλὰ ταῦτα μὲν τί ἄν τις ἐπὶ πλεῖον ἐπεξίοι; ἐπεὶ δὲ τραγῳδεῖ περιιών, καὶ νῦν γε εἶπέ που λέγων ὅτι βαρυτάτην τὴν τῆς ἱππαρχίας ὄψιν παρέσχετο, πανταχοῦ καὶ διὰ πάντων τῷ τε ξίφει ἅμα καὶ τῇ πορφύρᾳ τοῖς τε ῥαβδούχοις καὶ τοῖς στρατιώταις χρώμενος, εἰπάτω μοι σαφῶς, πῶς pw=s supplied by Cobet. καὶ τί ἐκ τούτων ἠδικήμεθα. ἀλλʼ οὐδὲν ἂν εἰπεῖν ἔχοι· εἰ γὰρ εἶχεν, οὐδὲν ἂν τούτου πρότερον
16.2 ἐξελάλησεν. πᾶν γὰρ τοὐναντίον οἱ μὲν στασιάσαντες τότε καὶ πάντα τὰ κακὰ ἐργασάμενοι Τρεβέλλιός τε καὶ Δολοβέλλας ἦσαν, Ἀντώνιος δὲ καὶ οὕτως οὔτε τι ἠδίκησε καὶ πάνθʼ ὑπὲρ ὑμῶν ἔπραττεν ὥστε καὶ τὴν φυλακὴν τῆς πόλεως παρʼ ὑμῶν ἐπʼ αὐτοὺς ἐκείνους, οὐχ ὅπως ἀντιλέγοντος τοῦ θαυμαστοῦ τούτου ῥήτορος (παρῆν γάρʼ ἀλλὰ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi