Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 47

21.6 ἀσθενὴς ἦν. ὅ τε Οὐατίνιος ἦρχε μὲν Ἰλλυριῶν τῶν πλησιοχώρων, καὶ τό τε Δυρράχιον ἐκεῖθεν ἐπελθὼν προκατέλαβε καὶ ἦν αὐτῷ κατὰ τὸ στασιωτικὸν διάφορος, οὐ μὴν ἠδυνήθη τι αὐτὸν βλάψαι· οἱ γὰρ στρατιῶται ἀχθόμενοί τε αὐτῷ καὶ προσκαταφρονήσαντες αὐτοῦ διὰ νόσον
21.7 μετέστησαν. καταλαβὼν οὖν καὶ τούτους ἐπί τε τὸν Ἀντώνιον ἐν τῇ Ἀπολλωνίᾳ ὄντα ἐστράτευσε, καὶ προαπαντήσαντός οἱ αὐτοῦ τούς τε στρατιώτας ᾠκειώσατο, καὶ ἐκεῖνον ἐς τὸ τεῖχος προκαταφυγόντα ἀπετείχισε μὲν καὶ ἐζώγρησεν ἐκ προδοσίας, κακὸν δὲ οὐδὲν εἰργάσατο.
22.1 πράξας δὲ ταῦτα, καὶ τήν τε Μακεδονίαν μετὰ τοῦτο πᾶσαν καὶ τὴν Ἤπειρον προσλαβών, ἐπέστειλε τῇ γερουσίᾳ, τά τε πραχθέντα οἱ δηλῶν καὶ ἑαυτὸν τά τε ἔθνη καὶ τοὺς στρατιώτας ἐπʼ
22.2 αὐτῇ ποιούμενος. οἱ δέ (ἔτυχον γὰρ ὑπόπτως ἤδη πρὸς τὸν Καίσαρα ἔχοντεσʼ ἰσχυρῶς τε αὐτὸν ἐπῄνεσαν καὶ πάντων τῶν ἐκεῖ χωρίων ἄρχειν ἐκέλευσαν. ὡς οὖν καὶ ἐκ τοῦ δόγματος τὴν ἡγεμονίαν ἐβεβαιώσατο, αὐτός τε ἐπὶ πλεῖον προεθυμήθη καὶ τὸ ὑπήκοον ἀπροφασίστως συναιρόμενον
22.3 ἔσχε. καὶ τέως μὲν τῷ τε Καίσαρι πέμπων, ὅτε o(/te R. Steph., a(/te LM. ἐδόκει τῷ Ἀντωνίῳ πολεμεῖν, παρῄνει ἐκείνῳ τε ἀνθίστασθαι καὶ ἑαυτῷ συναλλαγῆναι, καὶ αὐτὸς ἐς τὴν Ἰταλίαν πλεῦσαι παρεσκευάζετο, ὅτι o(/ti Reim., o(/qen LM. ἡ γερουσία μετέπεμψεν αὐτόν·
22.4 ἐπεὶ δὲ ὁ Καῖσαρ τά τε ἐν τῇ Ῥώμῃ ἀκριβῶς κατέσχε καὶ τοὺς τοῦ πατρὸς φονέας φανερῶς ἐτιμωρεῖτο, κατὰ χώραν ἔμεινε, καὶ διεσκόπει ὅπῃ ποτὲ ἐπιόντα αὐτὸν καλῶς ἀμύναιτο, καὶ τά τε ἄλλα ἄριστα δὴ τήν τε Μακεδονίαν διήγαγε, καὶ τὰ στρατεύματα στασιασθέντα οἱ ὑπὸ τοῦ Ἀντωνίου κατεστήσατο.
23.1 ἐκεῖνος γάρ, καίτοι ὑπʼ αὐτοῦ οὐδὲ au)tou= ou)de\ supplied by Bk., tou= *brou/tou ou)de\ Xyl. τοῦ στρατηγικοῦ tou= strathgikou= Xyl., tou= stratiwtikou= LM. κόσμου στερηθείς, οὐκ ἠγάπησε τὴν ἡσυχίαν ἔν τε ἀδείᾳ καὶ ἐν τιμῇ ἔχων, ἀλλʼ ἐς τοὺς τοῦ Βρούτου στρατιώτας ἔπραττεν ἀπόστασιν·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi