Kitap 47
23.2
φωραθείς τε ἐπὶ τούτῳ πρὶν μέγα τι κακὸν δρᾶσαι, καὶ τῶν τε ἐπισήμων τῆς στρατηγίας ἀφαιρεθεὶς καὶ φυλακῇ τινι ἀδέσμῳ, ἵνα μηδὲν νεοχμώσῃ, παραδοθεὶς οὐδʼ ὣς ἡσύχασεν, ἀλλὰ καὶ ἐπὶ μᾶλλον ἢ πρὶν ἐνεωτέρισεν, ὥστε καὶ τῶν στρατιωτῶν τοὺς μὲν ἀλλήλοις ἐς χεῖρας ἐλθεῖν, τοὺς δὲ καὶ ἐπʼ ἐκεῖνον ἐς τὴν Ἀπολλωνίαν, ὅπως
23.3
ἐξαρπάσωσιν αὐτόν, ὁρμῆσαι. καὶ τοῦτο μὲν οὐκ ἠδυνήθησαν ποιῆσαι· ὁ γὰρ Βροῦτος ἐκ γραμμάτων τινῶν ἁλόντων προμαθὼν τὸ γενησόμενον ὑπεξήγαγεν αὐτόν, ὡς καὶ νοσοῦντά τινα ἐς δίφρον κατάστεγον ἐμβαλών· οὔτε δὲ ἐκεῖνον εὑρεῖν δυνάμενοι καὶ τὸν Βροῦτον φοβούμενοι λόφον
23.4
ὑπὲρ τῆς πόλεως κατέλαβον. καὶ αὐτοὺς ὁ Βροῦτος ἔς τε ὁμολογίαν ὑπαγαγόμενος, καὶ ὀλίγους τῶν θρασυτάτων τοὺς μὲν θανατώσας τοὺς δὲ ἀπαλλάξας ἐκ τῆς συστρατείας, οὕτω διέθηκεν ὥστε σφᾶς τούς τε ἀποπεμφθέντας ὡς καὶ τῆς στάσεως αἰτιωτάτους συλλαβεῖν καὶ ἀποκτεῖναι, καὶ τὸν ταμίαν τούς τε ὑποστρατήγους τοῦ Ἀντωνίου
24.1
ἐξαιτῆσαι. ὁ οὖν Βροῦτος ἐκείνων μὲν οὐδένα σφίσιν ἐξέδωκεν, ἀλλʼ ἐς πλοῖα αὐτοὺς ἐμβαλὼν ὡς καὶ καταποντώσων ἐς τὸ ἀσφαλὲς ἀπέπεμψε· φοβηθεὶς δὲ μὴ καὶ αὖθις τῶν ἐν τῇ Ῥώμῃ πραττομένων ἐπὶ τὸ φοβερώτερον ἀγγελλομένων
24.2
πυνθανόμενοι μεταβάλωνται, metaba/lwntai Zon., metaba/llwntai LM. τὸν μὲν Ἀντώνιον ἐν τῇ Ἀπολλωνίᾳ κατέλιπε, Γαΐῳ τινὶ Κλωδίῳ παραδοὺς φυλάσσειν, αὐτὸς δὲ τό τε πλεῖστον καὶ τὸ ἰσχυρότατον τοῦ στρατοῦ λαβὼν ἔς τε τὴν ἄνω Μακεδονίαν ἀνεχώρησε, κἀντεῦθεν ἐς τὴν Ἀσίαν ὕστερον ἔπλευσεν, ὅπως σφᾶς ὅτι τε πορρωτάτω τῆς Ἰταλίας ἀπαγάγῃ κἀκ τῶν
24.3
ἐκεῖ ὑπηκόων διατρέφῃ. καὶ ἄλλους τε ἐν τούτῳ συμμάχους προσεποιήσατο καὶ τὸν Δηιόταρον, καίπερ ὑπεργήρων u(pergh/rwn R. Steph., u(pergh/rw LM. τε ὄντα καὶ τῷ Κασσίῳ ἀπειπόντα τὴν βοήθειαν. διατρίβοντος δὲ αὐτοῦ ταύτῃ, ἐκείνῳ τε Γέλλιος Ποπλικόλας ἐπεβούλευσε καὶ τὸν Ἀντώνιον ὁ ἀδελφὸς ὁ Μᾶρκος ἐξαρπάσαι, πέμψας τινάς,