Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 47

28.1 τοιούτων δὲ δὴ τῶν πραγμάτων αὐτοῖς ὄντων, ὁ Κάσσιος ἐπελθὼν τάς τε πόλεις πάσας εὐθὺς πρός τε τὴν δόξαν ὦν ἐν τῇ ταμιείᾳ ἐπεποιήκει καὶ πρὸς τὴν λοιπὴν εὔκλειαν ᾠκειώσατο, καὶ τὰ στρατόπεδα τά τε τοῦ Βάσσου καὶ τὰ τῶν ἑτέρων
28.2 οὐδὲν ἐπιπονήσας προσέθετο. καὶ αὐτῷ καθʼ ἓν μετὰ πάντων αὐτῶν αὐλιζομένῳ ὕδωρ ἐκ τοῦ οὐρανοῦ αἰφνίδιον πολὺ ἐπεγένετο, κἀν τούτῳ σύες ἄγριοι ἐς τὸ στρατόπεδον κατὰ πάσας ἅμα τὰς πύλας ἐσπεσόντες πάντα τὰ ἐν αὐτῷ ὄντα συνέχεαν καὶ συνετάραξαν, ὥστε τινὰς ἐκ τούτων τήν τε ἰσχὺν αὐτοῦ τὴν αὐτίκα καὶ τὴν μετὰ ταῦτα
28.3 καταστροφὴν τεκμήρασθαι. παραλαβὼν οὖν τὴν Συρίαν ἐς τὴν Ἰουδαίαν ὥρμησε, πυθόμενος τοὺς στρατιώτας τοὺς ἐν τῇ Αἰγύπτῳ ὑπὸ τοῦ Καίσαρος καταλειφθέντας προσιέναι, καὶ ἐκείνους τε
28.4 ἀκονιτὶ καὶ τοὺς Ἰουδαίους παρεστήσατο. καὶ μετὰ τοῦτο τὸν μὲν Βάσσον καὶ τὸν Κρίσπον, τούς τε ἄλλους τοὺς οὐκ ἐθελήσαντάς οἱ συστρατεῦσαι, ἀπέπεμψε μηδὲν ἀδικήσας, τῷ δὲ δὴ Σταΐῳ τό τε ἀξίωμα μεθʼ οὗ ἀφῖκτο ἐτήρησε, καὶ προσέτι καὶ τὸ ναυτικὸν ἐπέτρεψεν.
28.5 οὕτω μὲν καὶ ὁ Κάσσιος ἰσχυρὸς διὰ ταχέων ἐγένετο, καὶ τῷ τε Καίσαρι περὶ τῶν συναλλαγῶν καὶ τῇ γερουσίᾳ περὶ τῶν παρόντων ὅμοια τῷ Βρούτῳ ἐπέστειλε. καὶ αὐτῷ διὰ ταῦτα ἡ βουλὴ τήν τε ἀρχὴν τῆς Συρίας ἐβεβαίωσε καὶ τὸν τοῦ
29.1 Δολοβέλλου πόλεμον ἐψηφίσατο. οὗτος γὰρ ἐτέτακτο μὲν τῆς Συρίας ἄρχειν καὶ τὴν ἔξοδον ὑπατεύων ἐπεποίητο, e)pepoi/hto Naber, e)poiei=to LM. χρόνιος δὲ διά τε τῆς Μακεδονίας καὶ διὰ τῆς Θρᾴκης ἐς τὴν Ἀσίαν τὸ ἔθνος
29.2 κομισθεὶς καὶ ἐκεῖ ἐνδιέτριψεν. ἐπειδή τε ἐνταῦθα ἔτι ὄντι αὐτῷ τὸ δόγμα ἠγγέλθη, πρὸς μὲν τὴν Συρίαν οὐ προεχώρησεν, αὐτοῦ δὲ δὴ καταμείνας τὸν Τρεβώνιον οὕτω μετεχειρίσατο ὥστε δόξαν οἱ εὐνοίας πλείστην παρασχεῖν, καὶ τήν τε τροφὴν τοῖς στρατιώταις παρʼ ἑκόντος αὐτοῦ λαβεῖν καὶ
29.3 τὴν δίαιταν ἀδεῶς σὺν αὐτῷ ποιεῖσθαι. ἐπειδή τε ἔν τε τῷ θαρσοῦντι διὰ ταῦτʼ ἐγένετο καὶ φυλακὴν οὐδεμίαν ἑαυτοῦ ἐποιεῖτο, τήν τε Σμύρναν, ἐν ᾗ ἦσαν, νυκτὸς ἐξαπιναίως κατέλαβε, καὶ ἐκεῖνον ἀποκτείνας τὴν κεφαλὴν αὐτοῦ πρὸς τὴν τοῦ Καίσαρος εἰκόνα ἔρριψε, κἀκ τούτου πᾶσαν τὴν

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi