Kitap 47
36.4
προέπεμψαν· αἰσθόμενοι δὲ αὐτοὺς ἑαλωκότας, τοῖς μὲν Λυκίοις καὶ τοῖς Ῥοδίοις ἐπαίνους τε ἔδοσαν καὶ χρήματα χαριεῖσθαι ὑπέσχοντο, αὐτοὶ δὲ ἐκ μὲν τῆς πόλεως εὐθὺς ἐξώρμησαν, ἐγχρονίσαντες δὲ Ἀντώνιος μὲν περὶ Βρεντέσιον (ὑπὸ γὰρ τοῦ tou= M, tou= tou= L. Σταΐου καθείργετὀ Καῖσαρ δὲ περὶ Ῥήγιον (πρὸς γὰρ τὸν Σέξτον τήν τε Σικελίαν ἔχοντα καὶ τῆς Ἰταλίας πειρῶντα Heller regards the sords th/n te *sikeli/an...peirw=nta as an interpolation. They recur in chap. 38, 1, and can hardly be genuine in both instances. προαπετράπετὀ διετρίβησαν.
37.1
ὡς δʼ οὖν οὗτός τε οὐ καθαιρετὸς ou) kaqaireto\s Dind., ou)k au)qai/retos LM. ἔδοξεν εἶναί σφισι, καὶ τὰ τοῦ Κασσίου τοῦ τε Βρούτου μᾶλλον αὐτοὺς ἤπειξε, μέρος μέν τι τοῦ στρατοῦ πρὸς φρουρὰν τῆς Ἰταλίας κατέλιπον, τῷ δὲ δὴ πλείονι
37.2
τὸν Ἰόνιον ἀσφαλῶς ἐπεραιώθησαν. καὶ Καῖσαρ μὲν ἐν Δυρραχίῳ νοσήσας ὑπελείφθη, Ἀντώνιος δὲ πρὸς τοὺς Φιλίππους ἤλασε, καὶ παραυτίκα μὲν ῥώμην τινὰ τοῖς σφετέροις παρέσχεν, ἐνεδρεύσας δέ τινας τῶν ἐναντίων σιταγωγοῦντας καὶ
37.3
σφαλεὶς οὐκέτʼ οὐδʼ αὐτὸς au)to\s M, au)tou\s L. ἐθάρσει. ὁ οὖν Καῖσαρ πυθόμενος τοῦτο καὶ δείσας ἑκάτερον, εἴτε τι ἐλαττωθείη κατὰ μόνας συμβαλὼν εἴτε καὶ κρατήσειεν (ἐκ μὲν γὰρ τοῦ τόν τε Βροῦτον καὶ τὸν Κάσσιον, ἐκ δὲ τοῦ τὸν Ἀντώνιον πάντως ἐφʼ ἑαυτὸν ἰσχύσειν ἐνόμισενʼ, ἠπείχθη καίπερ καὶ
37.4
τότε ἔτι e)/ti M, om. L. ἀρρωστῶν. κἀκ τούτου ἀνεθάρσησαν μὲν οἱ περὶ τὸν Ἀντώνιον· ἐπεὶ δʼ οὐκ ἀσφαλὲς ἐφαίνετο τὸ μὴ οὐχ ἅμα πάντας αὐτοὺς αὐλίζεσθαι, ἔς τε χωρίον ἓν καὶ ἐς ἔρυμα ἓν τὰ τρία
37.5
στρατεύματα συνήγαγον. ἀντικαθημένων δὲ αὐτῶν ἀλλήλοις ἐκδρομαὶ μὲν καὶ ἀντεπέξοδοι παρʼ ἀμφοτέρων ὡς ἔτυχεν ἐγίγνοντο, μάχη δὲ ἐκ παρατάξεως οὐδεμία χρόνον τινὰ συνηνέχθη, καίτοι καὶ τοῦ Καίσαρος καὶ τοῦ Ἀντωνίου πάνυ συμβαλεῖν
37.6
σπουδαζόντων· ταῖς τε γὰρ δυνάμεσι μᾶλλον τῶν ἐναντίων ἔρρωντο, καὶ τῶν ἐπιτηδείων οὐχ ὁμοίως αὐτοῖς ηὐπόρουν διὰ τὸ τῆς θαλάσσης, ἅτε τοῦ ναυτικοῦ σφων τῷ Σέξτῳ προσπολεμοῦντος, μὴ κρατεῖν.