Kitap 47
3.4
ἐν τῷ πρὶν γενομένας παρήλλαξεν· ἐπεὶ ὅτι γε οὐκ ἀναμὶξ τὰ ὀνόματα τῶν πρώτων τοῖς πολλοῖς ἀλλὰ χωρὶς ἐξετέθη, λῆρόν που πολὺν τοῖς γε ge Leuncl., te LM. ἐκ τοῦ ὁμοίου σφαγησομένοις ἔφερεν. ἀντʼ ἐκείνου δὲ δὴ ἕτερα καὶ πάνυ δυσχερῆ, καίπερ μηδεμίαν τῶν προτέρων ὑπερβολήν, ὥς γε καὶ ἐδόκει, λιπόντων, οὐκ ὀλίγα αὐτοῖς συνηνέχθη.
4.1
ἐπὶ μὲν γὰρ τοῦ Σύλλου οἵ τέ τι δρῶντες τάς τε τόλμας ἐκ τοῦ παραχρῆμα, e)k tou= paraxrh=ma Bs., pro/sxhma LM. ἅτε καὶ πρῶτον τοῦ τοιούτου πειρώμενοι, καὶ οὐκ ἐκ προβουλῆς ἐποιοῦντο, καὶ διὰ τοῦθʼ ἧττον τὰ πλείω κακοτρόπως, οἷα οὐκ ἐκ προνοίας ἀλλʼ ἐκ συντυχίας, ἔπραττον· καὶ οἱ πάσχοντες ἐξαπιναίαις τε καὶ ἀνηκούστοις συμφοραῖς περιπίπτοντες ῥᾳστώνην τινὰ ἐκ τοῦ ἀνελπίστου τῶν παθῶν ἐλάμβανον.
4.2
τότε δὲ πάντα μὲν τὰ προτολμηθέντα οἱ μὲν αὐτοὶ χειρουργήσαντες, οἱ δὲ ἰδόντες, οἱ δʼ ἀκοῇ γοῦν ὑπογύῳ u(pogu/w| R. Steph., u(pogui/wi LM. ἀκριβοῦντες, πολλὰ δʼ οὖν d' ou)=n Bk., gou=n LM. ἐν τῷ διὰ μέσου τῇ προσδοκίᾳ τῶν ὁμοίων οἱ μὲν ὡς δράσουσι προσεπινοήσαντες, οἱ δʼ ὡς πείσονται
4.3
προσδείσαντες, ἐκεῖνοί τε πλείστην ἀτοπίαν τῇ τε ζηλώσει τῶν προτέρων ἔργων καὶ τῇ ἀπʼ αὐτῶν σπουδῇ spoudh=| supplied by Xyl. ἐς τὸ καινῶσαί kainw=sai/ R. Steph., kenw=sai/ LM. πως τὰ ἐπιβουλεύματα ἐξ ἐπιτεχνήσεως παρεῖχον, καὶ οἱ ἕτεροι πάνθʼ ὅσα παθεῖν ἐδύναντο λογιζόμενοι πολὺ ταῖς ψυχαῖς καὶ πρὸ τῶν σωμάτων, ὡς καὶ ἐν αὐτοῖς
5.1
ἤδη ὄντες, διεκναίοντο. κἄν τε te added by Bk. τούτῳ χαλεπωτέρως ἢ πρὶν ἀπήλλασσον, καὶ διότι τότε μὲν μόνοι οἱ τοῦ Σύλλου τῶν τε περὶ αὐτὸν δυνατῶν ἐχθροὶ διώλοντο, τῶν δὲ δὴ φίλων αὐτοῦ τῶν τε ἄλλων ἀνθρώπων οὐδεὶς ἐκείνου γε κελεύσαντος
5.2
ἐφθάρη, ὥστε ἔξω τῶν πάνυ πλουσίων (τούτοις γὰρ οὐκ ἔστιν ὅτε εἰρήνη πρὸς τὸν ἰσχυρότερον ἐν τοῖς τοιούτοις γίγνεταἰ οἵ γε λοιποὶ ἐθάρσουν· ἐν δὲ δὴ ταῖς δευτέραις ταύταις σφαγαῖς οὐχ ὅπως οἱ ἐχθροὶ αὐτῶν ἢ καὶ οἱ πλούσιοι, ἀλλὰ καὶ οἱ πάνυ