Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 47

47.4 ὁ δὲ δὴ Καῖσαρ ὅ τε Ἀντώνιος ἐσπάνιζον μὲν τῆς th=s LM, kai\ Xiph. τροφῆς καὶ χρημάτων, ὅθεν οὐδὲ τοῖς στρατιώταις τι ἀντὶ τῶν διαρπασθέντων ἔδωκαν· καὶ προσέτι καὶ τὴν δύναμιν τὴν ἐκ τοῦ Βρεντεσίου ἐπιδιαπλέουσαν ἐν ὁλκάσιν ἀπώλεσαν ὑπὸ
47.5 τοῦ Σταΐου· οὐ μέντοι καὶ ἀσφαλῶς οὔτʼ ἄλλοσέ ποι μεταναστῆναι οὔτʼ ἐς τὴν Ἰταλίαν ἀνακομισθῆναι δυνάμενοι, ἀλλʼ ἐν τοῖς ὅπλοις καὶ τότε ἔτι μόνον τὰς ἐλπίδας οὐχ ὅτι τῆς νίκης ἀλλὰ καὶ τῆς σωτηρίας ποιούμενοι, ὥρμηντο καὶ διακινδυνεῦσαι πρὶν ἔκπυστον τοῖς τε σφετέροις καὶ
48.1 τοῖς ἐναντίοις τὸ θαλάσσιον πάθος γενέσθαι. μὴ βουλομένου δὲ τοῦ Βρούτου συμμῖξαί σφισι βιβλία ἐς τὸ χαράκωμα αὐτοῦ τρόπον τινὰ ἐνέβαλον, προκαλούμενοι τοὺς στρατιώτας ἢ τὰ σφέτερα φρονῆσαι (καὶ γὰρ ὑπισχνοῦντό τινα αὐτοῖσʼ ἢ ἐς χεῖρας ἐλθεῖν, ἄν γε καὶ τὸ βραχύτατον
48.2 ἰσχύωσι. κἀν τῇ διατριβῇ ταύτῃ ηὐτομόλησαν μὲν καὶ παρʼ ἐκείνων πρὸς τὸν Βροῦτον ἐκ τοῦ Κελτικοῦ τινες, ηὐτομόλησαν δὲ καὶ πρὸς αὐτοὺς Ἀμύντας τε ὁ τοῦ Δηιοτάρου στρατηγὸς καὶ ὁ Ῥασκύπορις. o( *(rasku/poris Reim., qrasku/poris LM. καὶ οὗτος μὲν οἴκαδε εὐθύς, ὥς τινές φασιν, ἀπεχώρησε· δείσας δʼ οὖν ἐκ τούτων ὁ Βροῦτος μὴ καὶ ἐπὶ πλεῖόν τι νεωτερισθῇ,
48.3 συμμῖξαί σφισιν ἔγνω. καὶ ἐπειδὴ πολλοί τε αἰχμάλωτοι ἐν τῷ στρατοπέδῳ αὐτοῦ ἦσαν, καὶ οὐκ εἶχεν οὔθʼ ou)/q' St., ou)d' LM. ὅπως διὰ φυλακῆς αὐτοὺς ἐν τῷ τῆς μάχης καιρῷ ποιήσηται οὔθʼ ὅπως πιστεύσῃ σφίσι μηδὲν λυμανεῖσθαι, διέφθειρε τοὺς πλείους, τῇ ἀνάγκῃ καὶ παρὰ γνώμην δουλεύσας, ἄλλως τε καὶ ὅτι οἱ ἐναντίοι τοὺς ζωγρηθέντας
48.4 τῶν στρατιωτῶν αὐτοῦ ἀπεκτόνεσαν. πράξας δὲ τοῦτο ἐξωπλίσατο. καὶ αὐτῶν ἀντιπαρατεταγμένων ἤδη ἀετοὶ δύο ὑπὲρ ἀμφοτέρων ὑπερπτόμενοι ἀλλήλοις τε ἐμαχέσαντο καὶ ἐκείνοις τὸ τέλος τοῦ πολέμου προέφηναν· ὥσπερ γὰρ ὁ ἀετὸς ὁ κατὰ τὸν Βροῦτον ὢν ἠλαττώθη τε καὶ ἔφυγεν, οὕτω τό τε ὁπλιτικὸν αὐτοῦ ἀγχώμαλα ἐπὶ πλεῖστον ἀγωνισάμενον ἡττήθη, κἀκ τούτου πεσόντων πολλῶν καὶ τὸ ἱππικόν, καίτοι γενναίως

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi