Kitap 48
34.3
μόνον mo/non Bs., mo/noi LM. παρὰ τὸ καθεστηκὸς ἀναλίσκοντες. ἀμέλει τὸν πώγωνα ὁ Καῖσαρ τότε πρῶτον ξυράμενος αὐτός τε μεγάλως ἑώρτασε καὶ τοῖς ἄλλοις ἅπασι δημοτελῆ ἑορτὴν παρέσχε. καὶ ὁ μὲν καὶ ἔπειτα ἐπελειοῦτο e)peleiou=to R. Steph., e)teleiou=to LM, e)leiou=to cod. Peir. τὸ γένειον, ὥσπερ οἱ ἄλλοι· ἤδη γὰρ καὶ τῆς Λιουίας ἐρᾶν ἤρχετο, καὶ διὰ τοῦτο καὶ τὴν Σκριβωνίαν τεκοῦσάν οἱ θυγάτριον
34.4
ἀπεπέμψατο αὐθημερόν. τῶν δʼ οὖν ἀναλωμάτων πολὺ μειζόνων ἢ πρότερον γιγνομένων, καὶ τῶν προσόδων οὔτʼ ἄλλως ἀρκουσῶν καὶ τότε ἐλαττόνων διὰ τὰς στάσεις προσιουσῶν, καινά τινα τέλη ἐσήγαγον, ἔς τε τὸ βουλευτήριον πλείστους ὅσους οὐχ ὅτι τῶν συμμάχων ἢ καὶ στρατιώτας παῖδάς τε ἀπελευθέρων, ἀλλὰ καὶ δούλους
34.5
ἐνέγραψαν. Μάξιμον γοῦν τινα ταμιεύσειν μέλλοντα ἐγνώρισέ τε ὁ δεσπότης καὶ ἀπήγαγε. καὶ τούτῳ tou/tw| Rk., tou=to LM. μὲν ἀδεὲς ἐγένετο τολμήσαντι τὴν ἀρχὴν αἰτῆσαι· ἕτερος δὲ ἐν τοῖς στρατηγοῦσι strathgou=si Willems, strateuome/nois LM Xiph. φωραθεὶς κατὰ τῶν τοῦ Καπιτωλίου πετρῶν ἐώσθη, προελευθερωθεὶς ἵνα ἀξίωμα ἡ τιμωρία αὐτοῦ λάβῃ.
35.1
πρόφασιν δέ σφισι τοῦ τῶν βουλευσόντων πλήθους ἡ τοῦ Ἀντωνίου στρατεία, ἣν ἐπὶ τοὺς Πάρθους ἡτοιμάζετο, παρέσχεν· ἀφʼ οὗπερ καὶ ἀρχὰς ἄλλας τε ἐπὶ πλείω ἔτη καὶ τὴν τῶν ὑπάτων ἐς ὀκτὼ ὅλα προκατεστήσαντο, τοὺς μὲν ἀμειβόμενοι τῶν συναραμένων sunarame/nwn R. Steph., sunairame/nwn LM. σφίσι, τοὺς δὲ
35.2
ὑπαγόμενοι. ὑπάτους δὲ οὐ ou) Bk., ou)de\ LM. δύο ἐτησίους, ὥσπερ εἴθιστο, ἀλλὰ πλείους τότε πρῶτον εὐθὺς ἐν ταῖς ἀρχαιρεσίαις εἵλοντο. καὶ πρότερον μὲν γὰρ μεθʼ ἑτέρους τινὲς μήτʼ ἀποθανόντας μήτʼ ἐπʼ ἀτιμίᾳ ἢ καὶ ἄλλως πως παυθέντας ἦρξαν· h)=rcan Xyl., ei(=rcan LM. ἀλλʼ ἐκεῖνοι μέν, ὥς που τοῖς ἐς ὅλον τὸν ἐνιαυτὸν χειροτονηθεῖσιν ἔδοξε, κατέστησαν, τότε δὲ ἐνιαύσιος μὲν οὐδεὶς ᾑρέθη, πρὸς δὲ δὴ τὰ τοῦ χρόνου