Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 48

39.1 οὗτος μὲν οὖν ὁ πόλεμος ἀνεβέβλητο, τὰ δὲ δὴ τοῦ Λαβιήνου τῶν τε Πάρθων ὧδε διεπολεμήθη. ὁ Ἀντώνιος αὐτὸς μὲν ἐς τὴν Ἑλλάδα ἀπὸ τῆς Ἰταλίας ἐπανελθὼν ἐνταῦθα ἐπὶ πλεῖστον ἐνεχρόνισεν, τάς τε ἐπιθυμίας ἅμα ἀποπιμπλὰς καὶ τὰς πόλεις κακῶν, ἵνʼ ὅτι ἀσθενέσταται τῷ Σέξτῳ
39.2 παραδοθῶσι. καὶ ἄλλα τε ἐν τούτῳ πολλὰ ἔξω τῶν πατρίων ἐξεδιῃτήθη, καὶ Διόνυσον ἑαυτὸν νέον αὐτός τε ἐκάλει καὶ ὑπὸ τῶν ἄλλων ὀνομάζεσθαι ἠξίου· ἐπειδή τε οἱ Αθηναῖοι πρός τε τοῦτο καὶ πρὸς τὰ ἄλλα τὴν Ἀθηνᾶν αὐτῷ κατηγγύησαν, δέχεσθαί τε τὸν γάμον ἔφη καὶ προῖκα μυριάδας ἑκατὸν παρʼ αὐτῶν ἐξέπραξεν. αὐτὸς μὲν οὖν περὶ ταῦτα εἶχε, τὸν δὲ δὴ Οὐεντίδιον τὸν
39.3 Πούπλιον ἐς τὴν Ἀσίαν προύπεμψεν. καὶ ὃς ἦλθέ τε ἐπὶ τὸν Λαβιῆνον πρὶν ἔκπυστος γενέσθαι, καὶ καταπλήξας αὐτὸν τῷ τε αἰφνιδίῳ τῆς ἐφόδου καὶ τοῖς στρατεύμασιν (ἄνευ γὰρ τῶν Πάρθων μετὰ τῶν αὐτόθεν στρατιωτῶν μόνων ἦνʼ, ἐκεῖθέν τε μηδὲ ἐς χεῖράς οἱ ὑπομείναντα εὐθὺς ἐξέωσε, καὶ φεύγοντα ἐς τὴν Συρίαν ἐπεδίωξε,
39.4 τὸ κουφότατον τοῦ στρατοῦ λαβών. καὶ αὐτὸν πρὸς τῷ Ταύρῳ καταλαβὼν οὐκέτι περαιτέρω προχωρῆσαι εἴασεν, ἀλλʼ ἐνταῦθα ἐπὶ πλείους ἡμέρας καταστρατοπεδευσάμενοι ἡσύχαζον· Λαβιῆνος μὲν γὰρ τοὺς Πάρθους, Οὐεντίδιος δὲ
40.1 τοὺς ὁπλίτας ἀνέμεινεν. ὡς οὖν καὶ οὗτοι ἐν ταῖς αὐταῖς ἅμα ἀμφότεροι ἡμέραις ἦλθον, Οὐεντίδιος μὲν δέει τῆς ἵππου τῶν βαρβάρων ἐν τῷ μετεώρῳ,
40.2 οὗπερ ηὐλίζετο, κατέμεινεν, οἱ δὲ δὴ Πάρθοι ἔκ τε τοῦ πλήθους σφῶν καὶ ἐκ τοῦ προνενικηκέναι ποτὲ καταφρονήσαντες πρός τε τὸν γήλοφον ἅμα τῇ ἕῳ, πρὶν καὶ τῷ Λαβιήνῳ συμμῖξαι, προσήλασαν, καὶ ὡς οὐδείς σφισιν ἀντεπεξῄει, καὶ πρὸς
40.3 τὸ ὄρθιον αὐτὸ προσέβαλον. καὶ αὐτοὺς ἐνταῦθα ἤδη ὄντας οἱ Ῥωμαῖοι ἐπιδραμόντες ῥᾳδίως πρὸς τὸ κάταντες ἐτρέψαντο. καί σφων πολλοὶ μὲν ἐν χερσὶν ἀπέθανον, τὸ δὲ δὴ πλεῖον ἐν τῇ ἀναστροφῇ περὶ ἀλλήλοις, οἱ μὲν ἤδη τετραμμένοι οἱ δὲ ἔτι e)/ti M, o(/ti L. προσιόντες, ἐσφάλησαν· οἵ τε περιλειφθέντες οὐ πρὸς τὸν Λαβιῆνον ἀλλʼ ἐς Κιλικίαν

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi