Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 48

10.4 ὡς ἑκασταχόσε ἐχρῆν ἔπεμπε. καὶ τί ταῦτα θαυμάσειεν ἄν τις, ὁπότε καὶ ξίφος παρεζώννυτο καὶ συνθήματα τοῖς στρατιώταις ἐδίδου, ἐδημηγόρει τε ἐν αὐτοῖς πολλάκις; ὥστε καὶ
11.1 ἐκεῖνα τῷ Καίσαρι προσίστασθαι. οὐ μέντοι ἔχων ὅπως αὐτοὺς καταλύσῃ (οὐ γὰρ μόνον τῇ δυνάμει ἀλλὰ καὶ τῇ παρὰ τῶν ἄλλων εὐνοίᾳ πολὺ αὐτῶν ἠλαττοῦτο· αὐτὸς μὲν γὰρ πολλοὺς ἐλύπει, ἐκεῖνοι δὲ πάντας ἐπήλπιζονʼ πολλάκις μέν σφας ἰδίᾳ διὰ τῶν φίλων ἐς τὰς καταλλαγὰς προεκαλέσατο, ὡς δʼ οὐδὲν ἤνυτεν, ἐκ τῶν ἐστρατευμένων
11.2 πρέσβεις πρὸς αὐτοὺς ἀπέστειλε. μάλιστα μὲν γὰρ τεύξεσθαί τε αὐτῶν καὶ τὰ παρόντα καταστήσεσθαι ἔς τε τὸ ἔπειτα ἀντισχύσειν ἐκ τούτου ἤλπισεν· ἂν δὲ δὴ καὶ διαμάρτῃ σφῶν, τὴν γοῦν αἰτίαν τῆς διαφορᾶς οὐκ αὐτὸς ἀλλʼ
11.3 ἐκείνους ἕξειν ἐνόμισεν. ὃ καὶ ἐγένετο. ἐπειδὴ γὰρ οὐδὲν οὐδὲ διὰ τῶν στρατιωτῶν ἐπέρανε, βουλευτὰς ἔστειλε, τάς τε συνθήκας σφίσι τὰς πρὸς τὸν Ἀντώνιον αὐτῷ γενομένας ἐκφήνας καὶ δικαστὰς τῶν διαφορῶν δῆθεν αὐτοὺς ποιήσας.
11.4 ὡς δʼ οὐδὲν οὐδὲ τότε ἐπράχθη (καὶ γὰρ ἐκεῖνοι τοῦτο μὲν πολλὰ καὶ ὅσα ὁ Καῖσαρ οὐκ ἔμελλε ποιήσειν ἀντιπροετείνοντο, τοῦτο δὲ πάνθʼ ὅσα ἐποίουν, ἐκ τῆς τοῦ Ἀντωνίου τοῦ Μάρκου ἐντολῆς πράττειν ἔλεγονʼ, οὕτω δὴ πρὸς τοὺς ἐστρατευμένους αὖθις ἀπέκλινε.
12.1 καὶ μετὰ τοῦτο ἐς τὴν Ῥώμην ἐκεῖνοι πλήθει πολλῷ, ὡς καὶ τῷ δήμῳ τῇ τε βουλῇ κοινωσόμενοί τι, συνελθόντες τούτων μὲν οὐδὲν ἐφρόντισαν, ἀθροισθέντες δʼ ἐς τὸ Καπιτώλιον τάς τε συνθήκας, ἃς ὅ τε Ἀντώνιος καὶ ὁ Καῖσαρ ἐπεποίηντο, ἀναγνωσθῆναί σφισιν ἐκέλευσαν, καὶ ἐκείνας τε ἐπεκύρωσαν, καὶ περὶ ὧν διεφέροντο
12.2 ἑαυτοὺς δικαστὰς γενέσθαι ἐψηφίσαντο. καὶ ταῦτά τε ἐς δέλτους γράψαντες καὶ κατασημηνάμενοι ταῖς ἀειπαρθένοις φυλάττειν ἔδοσαν, καὶ τῷ μὲν Καίσαρι παρόντι, τοῖς δὲ ἑτέροις διὰ πρεσβείας, ἐς Γαβίους *gabi/ous Xyl., gai/ous LM. ἐν ῥητῇ τινι ἡμέρᾳ πρὸς τὴν

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi