Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 49

29.1 τοιούτῳ πολλοὶ δὲ καὶ ὑπὸ λιμοῦ ἐφθείροντο. καὶ ἐκ τούτου καὶ αὐτομολία τις ἐγένετο. κἂν πάντες μετέστησαν, εἰ μήπερ οἱ βάρβαροι τοὺς τολμήσαντας αὐτὸ ποιῆσαι ἐν τοῖς τῶν ἄλλων ὀφθαλμοῖς
29.2 κατετόξευσαν. τούτου τε οὖν ἐπέσχον, καί τι καὶ τοιόνδε παρὰ τῆς τύχης th=s tu/xhs Pflugk, th=i tu/xhi LM. εὕροντο. ἐσπεσόντες ποτὲ ἐς ἐνέδραν καὶ πυκνοῖς τοξεύμασι βαλλόμενοι τήν τε χελώνην ἐξαπιναίως συνασπίσαντες ἐποίησαν καὶ τὰ γόνατά σφων τὰ
29.3 ἀριστερὰ πρὸς τὴν γῆν ἤρεισαν. νομίσαντες οὖν αὐτοὺς οἱ βάρβαροι (οὐ γάρ πω τοιοῦτόν τι ἑωράκεσανʼ καταπεπτωκέναι τε ὑπὸ τῶν τραυμάτων καὶ μιᾶς ἐπικοπῆς εἶναι, τὰ μὲν τόξα ἀπέρριψαν καὶ ἀπὸ τῶν ἵππων ἀπεπήδησαν, τοὺς δʼ ἀκινάκας σπασάμενοι ἐγγύς σφισιν ὡς καὶ ἐπισφάξοντες
29.4 αὐτοὺς προσῆλθον. κἀν τούτῳ ἐξαναστάντες οἱ Ῥωμαῖοι πᾶσάν τε ἀπὸ παραγγέλσεως τὴν φάλαγγα ἅμα ἀνέπτυξαν, καὶ τοῖς πλησίοις ἀντιπρόσωποι ὡς ἕκαστοι προσπεσόντες παμπληθεῖς, οἷα γυμνοὺς ὡπλισμένοι, ἀπροσδοκήτους παρεσκευασμένοι, τοξότας ὁπλῖται, βαρβάρους Ῥωμαῖοι, κατέκοψαν, ὥστε τοὺς λοιποὺς πάντας παραχρῆμα ἀποχωρῆσαι καὶ μηκέτι μηδένʼ mhde/n' Rk., mhde\n LM. αὐτοῖς ἐπακολουθῆσαι.
30.1 ἡ δὲ δὴ χελώνη αὕτη τοιάδε τίς ἐστι καὶ τόνδε τὸν τρόπον γίγνεται. τὰ μὲν σκευοφόρα καὶ οἱ ψιλοὶ οἵ τε ἱππῆς ἐν μέσῳ τοῦ στρατεύματος τετάχαται· τῶν δʼ ὁπλιτῶν οἱ μὲν ταῖς προμηκέσιν ἀσπίσι ταῖς κοίλαις koi/lais Zon., kh/lais LM. ταῖς σωληνοειδέσι χρώμενοι περί τε τὰ ἔσχατα ὥσπερ ἐν πλινθίῳ τινὶ τάσσονται, καὶ τοὺς ἄλλους, ἔξω τε βλέποντες καὶ τὰ ὅπλα προβεβλημένοι, probeblhme/noi Naber, peribeblhme/noi LM Zon. περιέχουσιν·
30.2 οἱ δʼ ἕτεροι οἱ τὰς πλατείας ἀσπίδας ἔχοντες ἔν τε τῷ μέσῳ συσπειρῶνται καὶ ἐκείνας καὶ ὑπὲρ ἑαυτῶν καὶ ὑπὲρ τῶν ἄλλων ἁπάντων ὑπεραίρουσιν, ὥστε μήτʼ ἄλλο τι πλὴν ἀσπίδων διὰ πάσης ὁμοίως τῆς φάλαγγος ὁρᾶσθαι, καὶ ἐν σκέπῃ τῶν βελῶν πάντας αὐτοὺς ὑπὸ τῆς πυκνότητος τῆς

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi