Kitap 49
37.6
καὶ γὰρ οἱ βάρβαροι μονόξυλα πλοῖα ἀντικατασκευάσαντες διεκινδύνευον, καὶ ἔν τε τῷ ποταμῷ ἄλλους τε συχνοὺς καὶ τὸν Μηνᾶν τὸν τοῦ Σέξτου ἐξελεύθερον ἀπέκτειναν, καὶ ἐν τῇ γῇ ἰσχυρῶς i)sxurw=s Reim., e)xurw=s LM. αὐτὸν ἠμύνοντο, μέχρις οὗ τῶν συμμάχων τινὰς ἐνηδρεῦσθαί e)nhdreu=sqai/ R. Steph., e)nhdreu=qai LM. τε καὶ ἐφθάρθαι ἐπύθοντο· τότε γὰρ ἀθυμήσαντες ἐνέδοσαν. καὶ οὕτως ἁλόντων ἐκείνων καὶ τὸ ἄλλο Παννονικὸν ὁμολογίᾳ προσηγάγετο.
38.1
καὶ μετὰ ταῦτα ἐκεῖ μὲν Φούφιον Γέμινον σὺν δυνάμει τινὶ κατέλιπεν, αὐτὸς δὲ ἐς τὴν Ῥώμην ἀνεκομίσθη, καὶ τὰ μὲν ἐπινίκια ψηφισθέντα οἱ ἀνεβάλετο, a)neba/leto R. Steph., a)neba/lleto LM. τῇ δʼ Ὀκταουίᾳ τῇ τε Λιουίᾳ καὶ εἰκόνας καὶ τὸ τὰ σφέτερα ἄνευ κυρίου τινὸς διοικεῖν, τό τε ἀδεὲς καὶ τὸ ἀνύβριστον ἐκ τοῦ
38.2
ὁμοίου τοῖς δημάρχοις ἔχειν ἔδωκεν. ὡρμημένου δὲ αὐτοῦ καὶ ἐς τὴν Βρεττανίαν κατὰ τὸν τοῦ πατρὸς ζῆλον στρατεῦσαι, καὶ ἤδη καὶ ἐς τὴν Γαλατίαν μετὰ τὸν χειμῶνα ἐν ᾧ ὅ τε Ἀντώνιος τὸ δεύτερον καὶ Λούκιος Λίβων ὑπάτευον προκεχωρηκότος, τῶν τε νεοαλώτων τινὲς καὶ Δελμάται
38.3
σὺν αὐτοῖς ἐπανέστησαν. καὶ Παννονίους μὲν ὁ Γέμινος, καίτοι τῆς Σισκίας ἐκπεσών, ὅμως μάχαις ἀνεκτήσατο, τούς τε Σαλάσσους *sala/ssous R. Steph., i)ala/ssous LM. καὶ τοὺς ἄλλους τοὺς μετʼ αὐτῶν νεωτερίσαντας ὁ Μεσσάλας ὁ o( supplied by Pflugk. Οὐαλέριος ἐχειρώσατο· ἐπὶ δὲ δὴ τοὺς Δελμάτας πρότερος μὲν ὁ Ἀγρίππας, ἔπειτα δὲ
38.4
καὶ ὁ Καῖσαρ ἐπεστράτευσε. καὶ τοὺς μὲν πλείους σφῶν αὐτοὶ πολλὰ καὶ δεινὰ παθόντες, ὥστε καὶ τὸν Καίσαρα τρωθῆναι καὶ τῶν στρατιωτῶν τισι κριθὴν ἀντὶ τοῦ σίτου δοθῆναι, καὶ ἑτέρους τὴν τάξιν ἐκλιπόντας δεκατευθῆναι, κατεστρέψαντο, τοῖς δὲ δὴ λοιποῖς ὁ Ταῦρος Στατίλιος ἐπολέμησεν.
39.1
Ἀντώνιος δὲ ἐν τούτῳ τῆς μὲν ἀρχῆς αὐθημερὸν ἐξέστη, Λούκιον Σεμπρώνιον Ἀτρατῖνον ἀντικαταστήσας· ὅθεν εἰσὶν οἳ τοῦτον ἀλλʼ οὐκ ἐκεῖνον ἐν
39.2
τῇ τῶν ὑπάτων ἀπαριθμήσει ὀνομάζουσι· πράττων δʼ ὅπως ὡς ὅτι ἀπονώτατα τὸν Ἀρμένιον τιμωρήσηται, τήν τε θυγατέρα αὐτοῦ ὡς καὶ τῷ Ἀλεξάνδρῳ τῷ υἱεῖ συνοικίσων ᾔτησε, Κύιντόν τινα Δέλλιον παιδικά ποτε ἑαυτοῦ γενόμενον πέμψας,