Kitap 49
40.4
ἐπὶ δίφρου ἐπιχρύσου. οἵ γε μὴν βάρβαροι οὔθʼ ἱκέτευσαν αὐτὴν οὔτε προσεκύνησαν, καίτοι πολλὰ μὲν καὶ ἀναγκαζόμενοι πολλὰ δὲ καὶ ἐλπίσιν ἀναπειθόμενοι, ἀλλʼ ὀνομαστί ἑ προσαγορεύσαντες δόξαν μὲν φρονήματος ἔλαβον, κακουχίᾳ δὲ πολλῇ διὰ τοῦτο συνέσχοντο.
41.1
μετὰ δὲ τοῦτο ὁ Ἀντώνιος τούς τε Ἀλεξανδρέας εἱστίασε, καὶ τὴν Κλεοπάτραν τούς τε παῖδας αὐτῆς ἐν ἐκκλησίᾳ παρεκαθίσατο, δημηγορήσας τέ τινα ἐκείνην τε βασιλίδα βασιλέων καὶ τὸν Πτολεμαῖον, ὃν Καισαρίωνα ἐπωνόμαζον, βασιλέα βασιλέων
41.2
καλεῖσθαι ἐκέλευσε. καὶ αὐτοῖς καὶ τὴν Αἴγυπτον τήν τε Κύπρον, ἄλλην διανομήν τινα ποιησάμενος, ἔδωκε· τοῦ τε γὰρ προτέρου Καίσαρος τὴν μὲν γυναῖκα τὸν δὲ υἱὸν ὄντως γεγονέναι ἔλεγε, καὶ ἐς τὴν ἐκείνου δὴ χάριν ταῦτα ποιεῖν ἐσκήπτετο, ὅπως τὸν Καίσαρα τὸν Ὀκταουιανὸν ἐκ τούτου, ὅτι ποιητὸς ἀλλʼ οὐ γνήσιος αὐτοῦ παῖς
41.3
ἦν, διαβάλλοι. ἐκείνοις μὲν δὴ ταῦτʼ ἔνειμε, τοῖς δὲ δὴ αὑτοῦ παισὶ τοῖς ἐκ τῆς Κλεοπάτρας οἱ γεγονόσι, Πτολεμαίῳ μὲν τήν τε Συρίαν καὶ τὰ ἐντὸς τοῦ Εὐφράτου μέχρι τοῦ Ἑλλησπόντου πάντα, Κλεοπάτρᾳ δὲ τὴν Λιβύην τὴν περὶ Κυρήνην, τῷ τε ἀδελφῷ αὐτῶν Ἀλεξάνδρῳ τήν τε Ἀρμενίαν καὶ τἆλλα τὰ πέραν τοῦ Εὐφράτου μέχρις Ἰνδῶν δώσειν ὑπέσχετο· καὶ γὰρ ἐκεῖνα
41.4
ὡς ἔχων ἤδη ἐχαρίζετο. καὶ ταῦτα οὐκ ἐν τῇ Ἀλεξανδρείᾳ μόνον εἶπεν, ἀλλὰ καὶ ἐς τὴν Ῥώμην, ἵνα καὶ παρʼ ἐκείνων τὸ κῦρος λάβῃ, ἐπέστειλεν. οὐ μέντοι καὶ ἐν τῷ κοινῷ τι αὐτῶν ἀνεγνώσθη· ὅ τε γὰρ Δομίτιος καὶ ὁ Σόσσιος ὑπατεύοντες ἤδη τότε, καὶ ἐς τὰ μάλιστα αὐτῷ προσκείμενοι, οὐκ ἠθέλησαν, καίπερ τοῦ Καίσαρος
41.5
ἐγκειμένου σφίσιν, ἐς πάντας αὐτὰ ἐκφῆναι. νικησάντων δὲ ἐν τούτῳ ἐκείνων, ἀντεπεκράτησεν ὁ Καῖσαρ μηδὲν τῶν περὶ τοῦ Ἀρμενίου γραφέντων δημοσιευθῆναι· τοῦτόν τε te supplied by Bk. γὰρ ἠλέει ἅτε καὶ λάθρᾳ πρὸς αὐτὸν ἐπὶ τῷ Ἀντωνίῳ κεκοινολογημένος,