Kitap 49
44.3
κἀκ τούτου ὁ μὲν Ἀντώνιος τῷ τε Πολέμωνι τὴν μικροτέραν Ἀρμενίαν, ὥσπερ εἶπον, χαρισάμενος, καὶ Λούκιον Φλάουιον *fla/ouion Panvinius, xlauou/ion LM. ποιήσας τε ἅμα ὕπατον καὶ παύσας (συνῆν γὰρ αὐτᾦ, ἔς τε τὴν Ἰωνίαν καὶ ἐς τὴν Ἑλλάδα ἐπὶ τῷ τοῦ Καίσαρος πολέμῳ
44.4
ὥρμησεν· ὅ τε Μῆδος τὰ μὲν πρῶτα συμμάχοις τοῖς Ῥωμαίοις χρώμενος τούς τε Πάρθους καὶ τὸν Ἀρτάξην ἐπελθόντας οἱ ἐνίκησε, τοῦ δʼ Ἀντωνίου τούς τε ἑαυτοῦ στρατιώτας μεταπέμψαντος καὶ προσέτι καὶ τοὺς ἐκείνου κατασχόντος ἀνθηττήθη a)nqhtth/qh Xyl., a)nthtth/qh LM. τε καὶ ἑάλω, καὶ οὕτως ἡ Ἀρμενία μετὰ τῆς Μηδίας ἀπώλετο.