Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 49

9.6 ἐπαινοῦντες τοὺς δʼ ἡττωμένους λοιδοροῦντες, καὶ πολλὰ μὲν ἐκείνοις ἀντιπαρακελευόμενοι πολλὰ δὲ καὶ ἀλλήλοις ἀντιβοῶντες, τοῦ τε τοὺς σφετέρους ῥᾷον τὰ λεγόμενα ἀκούειν καὶ τοῦ τοὺς tou= tou\s M, tou/tous L. ἐναντίους ἧττον τῶν οἰκείων ἐπαΐειν.
10.1 τέως μὲν οὖν ἰσοπαλεῖς ἦσαν, οὕτω τε ταῦτα παρʼ ἀμφοτέρων ὁμοίως ἐγίγνετο, καί τι καὶ τοῖς σώμασιν ὡς καὶ ἰδεῖν καὶ νοῆσαι δυναμένοις σφίσιν ἐνεδείκνυντο· ἐπεὶ δὲ ἐτράποντο οἱ τοῦ Σέξτου, ἐνταῦθα ἤδη ἀθρόοι καὶ ἀπὸ μιᾶς ὁρμῆς οἱ μὲν
10.2 ἐπαιώνισαν οἱ δὲ ὠλοφύραντο. w)lofu/ranto Bk., w)lofu/ronto LM Zon. καὶ οὗτοι μέν, ὡς καὶ αὐτοὶ συννενικημένοι, πρὸς τὴν Μεσσήνην εὐθὺς ἀπεχώρησαν· ὁ δὲ δὴ Καῖσαρ τούς τε ἐκπίπτοντας τῶν ἡττωμένων ἐς τὴν γῆν ἐξεδέχετο, καὶ ἐς αὐτὴν τὴν θάλασσαν ἐπεσβαίνων πάντα τὰ σκάφη τά γε ge Rk., te LM. ἐς τὸ τεναγῶδες ὀκέλλοντα κατεπίμπρη,
10.3 ὥστε μήτε τοῖς ἔτι πλέουσιν ἀσφάλειαν εἶναι (πρὸς γὰρ τοῦ Ἀγρίππου ἐκόπτοντὀ μήτε τοῖς προσίσχουσί prosi/sxousi/ Reim., proi/sxousi/ LM. πῃ (πρὸς γὰρ τοῦ Καίσαρος διώλλυντὀ, πλὴν ὀλίγων, ὅσοι ἐς τὴν Μεσσήνην προκατέφυγον. κἀν τούτῳ τῷ πόνῳ ὁ μὲν Δημοχάρης
10.4 ἁλισκόμενος ἑαυτὸν ἀπέσφαξεν, ὁ δʼ Ἀπολλοφάνης ἄθραυστον τὴν ναῦν ἔχων καὶ δυνηθεὶς ἂν φυγεῖν προσεχώρησε τῷ Καίσαρι. τὸ δʼ αὐτὸ τοῦτο καὶ ἄλλοι, ὅ τε Γάλλος καὶ οἱ ἱππῆς οἱ σὺν αὐτῷ πάντες, καὶ μετὰ ταῦτα καὶ πεζοί τινες
11.1 ἐποίησαν. ἀφʼ οὗπερ οὐχ ἥκιστα ὁ Σέξτος ἀπογνοὺς τὰ παρόντα φυγεῖν ἐβουλεύσατο, καὶ παραλαβὼν τήν τε θυγατέρα καὶ ἄλλους, τά τε χρήματα καὶ τὰ λοιπὰ τὰ πλείστου ἄξια ἐς τὰς ναῦς τὰς ἄριστα τῶν σωθεισῶν πλεούσας ἐσθέμενος, e)sqe/menos R. Steph., e)nqe/menos Zon., ai)sqo/menos LM. νυκτὸς ἀπῆρεν. οὐδὲ ἐπεδίωξέ τις αὐτόν· ἐκεῖνός τε γὰρ λάθρᾳ ἐξέπλευσε, καὶ ὁ Καῖσαρ ἐν μεγάλῃ ταραχῇ παραχρῆμα ἐγένετο.
11.2 ὁ γὰρ Λέπιδος τῇ τε Μεσσήνῃ προσέπεσε, καὶ ἐσδεχθεὶς ἐς αὐτὴν τὰ μὲν ἐνεπίμπρη τὰ δʼ ἥρπαζεν· ἐπειδή τε ἐκεῖνος αἰσθόμενος τοῦτʼ ἐπῆλθέ τέ οἱ διὰ ταχέων καὶ ἐμποδὼν ἐγίγνετο, τῆς μὲν πόλεως ὑπεξῆλθε φοβηθείς, ἐπὶ δὲ λόφον τινὰ καρτερὸν ἀναστρατοπεδευσάμενος ἐγκλήματα ἐποιεῖτο, καταλέγων πάνθʼ ὅσα ἐλαττοῦσθαι ἐνόμιζε,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi