Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 50

arg. τάδε ἔνεστιν ἐν τῷ πεντηκοστῷ τῶν Δίωνος Ῥωμαϊκῶν
arg. α. ὡς Καῖσαρ καὶ Ἀντώνιος πολεμεῖν ἀλλήλοις ἤρξαντο.
arg. β. ὡς Καῖσαρ Ἀντώνιον περὶ Ἄκτιον ἐνίκησεν.
arg. χρόνου πλῆθος ἔτη δύο ἐν οἶς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο
arg. Γν. Δομίτιος Λ. υἱ. *l. ui(. Melber, g ui/ LM. Γν. ἐγγ. *gn. e)gg. *(gn. nep.) Palmerius, gin eg g LM. Ἀηνόβαρβος
arg. γ. Σόσσιος Γ. υἱ. τ. *t. Melber, g LM. ἐγγ. ὕπ.
arg. Καῖσαρ τὸ γ
arg. μ. Οὐαλέριος Μ. υἱ. Μεσσάλας Κορουῖνος ὕπ. M. *ou)ale/rios M. ui(. *messa/las *koroui=nos u(/p. Dind. (following Xyl. and H. Steph.), m ou)ale/rios m ui messa/l up laokoroui/nios LM.
1.1 ὁ δὲ δῆμος ὁ τῶν Ῥωμαίων τῆς μὲν δημοκρατίας ἀφῄρητο, οὐ μέντοι καὶ ἐς μοναρχίαν ἀκριβῆ ἀπεκέκριτο, ἀλλʼ ὅ τε te Bk., ge LM. Ἀντώνιος καὶ ὁ Καῖσαρ ἐξ ἴσου ἔτι τὰ πράγματα εἶχον, τά τε πλείω σφῶν διειληχότες, καὶ τὰ λοιπὰ τῷ μὲν λόγῳ κοινὰ νομίζοντες, τῷ δὲ ἔργῳ, ὥς που πλεονεκτῆσαί τι ἑκάτερος αὐτῶν ἐδύνατο, ἰδιούμενοι.
1.2 μετὰ δὲ δὴ τοῦτο, ὡς ὅ τε Σέξτος ἀπωλώλει καὶ ὁ Ἀρμένιος ἑαλώκει τά τε προσπολεμήσαντα τῷ Καίσαρι ἡσύχαζε καὶ ὁ Πάρθος οὐδὲν παρεκίνει, καὶ ἐκεῖνοι φανερῶς ἐπʼ ἀλλήλους ἐτράποντο καὶ ὁ δῆμος ἀκριβῶς ἐδουλώθη. αἰτίαι δὲ τοῦ πολέμου καὶ σκήψεις αἵδε αὐτοῖς ἐγένοντο.
1.3 Ἀντώνιος μὲν Καίσαρι ἐπεκάλει ὅτι τόν τε Λέπιδον τῆς ἀρχῆς ἐπεπαύκει καὶ τὴν χώραν τήν τε δύναμιν τήν τε ἐκείνου καὶ τὴν τοῦ Σέξτου, κοινήν σφων ὀφείλουσαν εἶναι, ἐσφετέριστο· καὶ τούτων τε τὴν ἡμίσειαν ἀπῄτει, καὶ τῶν στρατιωτῶν οὓς ou(\s Zon., tou\s LM. ἐκ τῆς Ἰταλίας τῆς ἀμφοτέροις σφίσι
1.4 προσηκούσης κατείλεκτο. Καῖσαρ δὲ ἐκείνῳ ὅτι ἄλλα τε καὶ τὴν Αἴγυπτον μὴ λαχὼν εἶχε, τόν τε Σέξτον ἀπεκτόνει (αὐτὸς γὰρ ἑκὼν πεφεῖσθαι αὐτοῦ ἔλεγἐ, καὶ τὸν Ἀρμένιον ἐξαπατήσας καὶ συλλαβὼν καὶ δήσας πολλὴν τῷ δήμῳ κακοδοξίαν
1.5 προσετέτριπτο· τά τε ἡμίσεα καὶ αὐτὸς τῶν λαφύρων ἀπῄτει, καὶ παρὰ πάντα pa/nta R. Steph., pa/ntas LM. ἐπέφερεν αὐτῷ τήν τε Κλεοπάτραν καὶ τοὺς παῖδας οὓς ἐξ αὐτῆς ἀνῄρητο, τά τε δωρηθέντα σφίσι, καὶ ἐν τοῖς μάλιστα ὅτι τὸν Καισαρίωνα ἐπωνόμαζεν
1 / 31 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi