Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 50

14.1 κἀν τούτῳ ναυμαχία τις ἐγένετο. ὁ γὰρ Σόσσιος Λουκίου Ταρρίου ναυσὶν ὀλίγαις ἐφορμοῦντός σφισιν ἐλπίσας ἄξιόν τι λόγου πράξειν, ἂν πρὶν τὸν Ἀγρίππαν, ᾧ πᾶν τὸ ναυτικὸν ἐπετέτραπτο,
14.2 ἐπελθεῖν, συμβάλῃ αὐτῷ, ἐξανήχθη τε ἐξαπιναίως ὑπὸ τὴν ἕω, ὁμίχλην βαθεῖαν τηρήσας ἵνα μὴ τὸ πλῆθός σφων προϊδὼν φύγῃ, καὶ παραχρῆμα τῇ πρώτῃ προσβολῇ τρεψάμενος αὐτὸν ἐπεδίωξε μέν, οὐχ εἷλε δέ· τοῦ γὰρ Ἀγρίππου κατὰ τύχην ἀπαντήσαντός οἱ οὐ μόνον οὐδὲν τῆς νίκης ἀπώνητο, ἀλλὰ καὶ προσδιεφθάρη μετά τε τοῦ Ταρκονδιμότου καὶ μετʼ ἄλλων πολλῶν.
14.3 ὁ οὖν Ἀντώνιος διά τε τοῦτο, καὶ ὅτι καὶ αὐτὸς ἐπανελθὼν ἱππομαχίᾳ τινὶ πρὸς τῆς τοῦ Καίσαρος προφυλακῆς ἡττήθη, οὐκέτʼ ἔγνω δίχα στρατοπεδεύεσθαι, di/xa stratopedeu/esqai Bk., diastratopedeu/esqai *wM. ἀλλʼ ἐκλιπὼν τῆς νυκτὸς τὸ πλησίον τῶν ἐναντίων τάφρευμα ἀνεχώρησεν ἐπὶ θάτερα τοῦ πορθμοῦ, ἔνθα αὐτῷ τὸ πλέον τοῦ
14.4 στρατοῦ ηὐλίζετο. καὶ ἐπειδὴ καὶ τὰ ἐπιτήδεια αὐτόν, ἅτε καὶ τῆς σιτοπομπίας εἰργόμενον, ἐπιλείπειν ἤρχετο, διαγνώμην ἐποιήσατο πότερον κατὰ χώραν μείναντες διακινδυνεύσωσιν ἢ μεταστάντες που χρόνῳ τὸν πόλεμον διενέγκωσιν.
15.1 εἰπόντων δὲ ἄλλων ἄλλα ἐνίκησεν ἡ Κλεοπάτρα, τά τε ἐπικαιρότατα τῶν χωρίων φρουραῖς παραδοθῆναι καὶ τοὺς λοιποὺς ἐς τὴν Αἴγυπτον μεθʼ ἑαυτῶν ἀπᾶραι συμβουλεύσασα. ταύτην γὰρ τὴν γνώμην ἔσχεν, ἐπειδὴ ὑπὸ σημείων ἐταράχθη.
15.2 χελιδόνες τε γὰρ περί τε τὴν σκηνὴν αὐτῆς καὶ ἐν τῇ νηὶ τῇ στρατηγίδι, ἐφʼ ἧς ἐπέπλει, ἐνεόττευσαν, καὶ γάλα αἷμά τε ἐκ κηροῦ khrou= R. Steph., khrou\s *wM. ἐρρύη· τάς τε εἰκόνας αὐτῶν, ἃς οἱ Ἀθηναῖοι ἐν τῇ ἀκροπόλει τὸ τῶν θεῶν σχῆμα ἐχούσας ἔστησαν, κεραυνοὶ
15.3 ἐς τὸ θέατρον κατήραξαν. ἔκ τε οὖν τούτων καὶ ἐκ τῆς τοῦ στρατεύματος καὶ ἀθυμίας ἐπʼ αὐτοῖς καὶ ἀρρωστίας ἡ Κλεοπάτρα αὐτή τε ἔδεισε καὶ τὸν Ἀντώνιον ἐξεφόβησεν. οὐ μέντοι καὶ κρύφα, ἢ καὶ φανερῶς ὡς καὶ φεύγοντες, ἐκπλεῦσαι, μὴ καὶ ἐς δέος τοὺς συμμάχους ἐμβάλωσιν, ἠθέλησαν, ἀλλʼ ὡς ἐπὶ ναυμαχίαν παρασκευαζόμενοι, paraskeuazo/menoi Zon., paraskeuaso/menoi *wM. ἵνα ἅμα, ἄν τι ἀνθίστηται, βιάσωνται τὸν ἔκπλουν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi