Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 50

17.2 πολεμήσοντας τυχεῖν, ἀναγκαιότατόν μοι τὸν περὶ ἐμαυτοῦ λόγον αὐτὴ au)th\ Bk., au(/th *wM. ἡ χρεία πεποίηκεν, ἵνʼ ἔτι μᾶλλον εἰδῆτε τοῦθʼ, ὅτι αὐτοί τε τοιοῦτοί ἐστε οἷοι καὶ ἄνευ ἄρχοντος ἀγαθοῦ νικᾶν, καὶ ἐγὼ τοιοῦτος οἷος καὶ μετὰ κακῶν στρατιωτῶν κρατεῖν δύνασθαι.
17.3 τήν τε γὰρ ἡλικίαν ταύτην ἄγω ἐν ᾗ καὶ μάλιστα ἄνθρωποι καὶ τῷ σώματι καὶ τῇ διανοίᾳ ἀκμάζουσι, καὶ μήτε τῇ τῆς νεότητος προπετείᾳ μήτε τῇ τοῦ γήρως ἐκλύσει κακύνονται, ἀλλʼ αὐτὸ τὸ μέσον ἑκατέρου ἔχοντες ἔρρωνται τὰ μάλιστα·
17.4 καὶ προσέτι τοιαύτῃ μὲν φύσει τοιαύτῃ δὲ καὶ παιδείᾳ κέχρημαι ὥστε καὶ γνῶναι πάντα τὰ προσήκοντα καὶ εἰπεῖν ῥᾷστα δύνασθαι. τήν τε ἐμπειρίαν, ἥπερ που καὶ τοὺς ἀνοήτους καὶ τοὺς ἀπαιδεύτους λόγου τινὸς ἀξίους δοκεῖν εἶναι ποιεῖ, διὰ πάντων μὲν τῶν πολιτικῶν πάντων δὲ τῶν
17.5 στρατιωτικῶν προσείληφα· ἔκ τε γὰρ μειρακίου δεῦρο ἀεὶ ἐν αὐτοῖς ἐξήτασμαι, καὶ πολλὰ μὲν ἤρχθην πολλὰ δὲ ἦρξα, ἀφʼ ὧν τοῦτο μὲν ὅσα τε καὶ οἷα χρὴ προστάσσειν, τοῦτο δʼ ὅσα καὶ οἷα χρὴ πειθαρχοῦντα πράττειν, μεμάθηκα. ἐφοβήθην,
17.6 ἐθάρσησα· ἐξ ὧν τοῦ μὲν τὸ μὴ ῥᾳδίως τι δεδιέναι, τοῦ δὲ τὸ μὴ προχείρως ἀποτολμᾶν εἴθισμαι. εὐτύχησα, ἔπταισα· παρʼ ὧν τὸ μήτʼ ἀπογιγνώσκειν τι μήθʼ ὑπερφρονεῖν ἔχω.
18.1 λέγω δὲ ταῦτα ἐν εἰδόσι, μάρτυρας ὑμᾶς τοὺς ἀκούοντας αὐτῶν ποιούμενος, οὐχ ἵνʼ ἄλλως τι περὶ ἐμαυτοῦ κομπάσαιμι (ἱκανὸν γάρ μοι πρὸς εὔκλειαν τὸ συνειδὸς ὑμῶν ὑπάρχεἰ ἀλλʼ ἵνα καὶ ἐκ τούτων καταμάθητε ὅσῳ βέλτιον τῶν ἐναντίων
18.2 παρεσκευάσμεθα. ἐλαττούμενοι γὰρ ἡμῶν καὶ τῷ πλήθει τῶν τε στρατιωτῶν ἅμα καὶ τῶν χρημάτων καὶ τῷ πολυειδεῖ τῆς παρασκευῆς, οὐδενὶ τῶν πάντων τοσοῦτον ἐλλείπουσιν ὅσον τῇ τε ἡλικίᾳ καὶ τῇ ἀπειρίᾳ τοῦ στρατηγοῦντος αὐτῶν. περὶ οὗ τὰ μὲν ἄλλα οὐδὲν δέομαι καθʼ ἕκαστον ἀκριβῶς
18.3 εἰπεῖν, κεφαλαιώσας δὲ ἐρῶ τοῦτο ὃ καὶ ὑμεῖς ἐπίστασθε, ὅτι τε ἀρρωστότατος τῷ σώματί ἐστι, καὶ ὅτι οὐδεμίαν πώποτε ἐπιφανῆ μάχην οὔτε ἐν τῇ ἠπείρῳ οὔτε ἐν τῇ θαλάσσῃ αὐτὸς νενίκηκεν. ἀμέλει καὶ ἐν τοῖς Φιλίπποις ἐν τῷ αὐτῷ ἀγῶνι ἐγὼ μὲν ἐκράτησα ἐκεῖνος δὲ ἡττήθη. e)kei=nos de\ h(tth/qh M, au)to\s de\ h(tth/qhn V.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi