Kitap 50
21.4
ποιήσῃ. οὐ γὰρ ἀγνοεῖ γε ge Rk., te *wM. ὅτι ὁμοφρονούντων μὲν ἡμῶν καὶ καθʼ ἓν πάντα πραττόντων οὐδαμῇ οὐδαμῶς κρείττων ἂν γένοιτο, διενεχθέντων δέ, καὶ τῶν μὲν ταῦτα τῶν δὲ ἐκεῖνα ἑλομένων, τάχʼ ἂν κρατήσειε· καὶ διὰ τοῦτο τοῦτον ἡμῖν τὸν τρόπον προσφέρεται.
22.1
ὥσπερ οὖν καὶ ἐγὼ καὶ οἱ συνόντες μοι Ῥωμαῖοι τόν τε κίνδυνον, καίπερ ἄδειάν τινα τῶν ἐψηφισμένων ἕνεκα ἔχοντες, προορώμεθα καὶ τὴν ἐπιβουλὴν αὐτοῦ συνίεμεν, καὶ οὔτε προϊέμεθα ὑμᾶς οὔτʼ αὖ ἰδίᾳ τὸ συμφέρον ἡμῖν αὐτοῖς προσκοποῦμεν,
22.2
οὕτω που καὶ ὑμᾶς, οὓς οὐδʼ αὐτὸς ἀρνεῖται μὴ οὐκ ἐχθροὺς καὶ ἐχθίστους γε ἡγεῖσθαι, χρὴ πάντα ταῦτʼ ἐνθυμηθέντας, καὶ κοινοὺς μὲν τοὺς κινδύνους κοινὰς δὲ καὶ τὰς ἐλπίδας ποιησαμένους, καὶ συνάρασθαι τὰ πράγματα παντοίως καὶ συσπουδάσαι προθύμως, θέντας qe/ntas Bk., e)nqumhqe/ntas *wM. παρʼ ἄλληλα καὶ ἃ πεισόμεθα, ὥσπερ εἶπον, ἡττηθέντες,
22.3
καὶ ὧν τευξόμεθα κρατήσαντες. μέγα μὲν γὰρ καὶ τὸ μηδὲν μήθʼ ὑβριστικὸν μήτε πλεονεκτικὸν ἐλαττωθέντας πῃ ἡμᾶς παθεῖν, μέγιστον δὲ τὸ νικήσαντας πάνθʼ ὅσα τις ἂν εὔξαιτο πρᾶξαι. αἴσχιστον δὲ τοσούτους καὶ τοιούτους ὄντας, καὶ ὅπλα καὶ χρήματα καὶ ναῦς καὶ ἵππους ἔχοντας, τὰ χείρονα ἀντὶ τῶν ἀμεινόνων ἑλέσθαι, καὶ παρὸν καὶ ἐκείνοις τὴν ἐλευθερίαν παρασχεῖν, συνδουλεῦσαι
22.4
μᾶλλον αὐτοῖς ἐθελῆσαι. τοσοῦτον γάρ που διαφέρομεν ἀλλήλων ὥσθʼ ὁ μὲν καὶ ὑμῶν μοναρχῆσαι ἐπιθυμεῖ, ἐγὼ δὲ καὶ ἐκείνους ἐλευθερῶσαι βούλομαι, καθάπερ που καὶ τοῖς ὅρκοις πεπίστωμαι. ὡς οὖν ὑπὲρ ἀμφοτέρων ὁμοίως ἀγωνιούμενοι, καὶ κοινὰ τὰ ἀγαθὰ πᾶσι κατακτησόμενοι, σπουδάσωμεν, ὦ ἄνδρες στρατιῶται, ἔν τε τῷ παραχρῆμα κρατῆσαι καὶ διὰ παντὸς εὐδαιμονῆσαι.”
23.1
τοιαῦτά τινα ὁ Ἀντώνιος εἰπὼν πάντας μὲν τοὺς πρώτους τῶν συνόντων οἱ ἐς τὰς ναῦς ἐσεβίβασε, μή τι νεωτερίσωσι καθʼ ἑαυτοὺς γενόμενοι, ὥσπερ ὅ τε Δέλλιος καὶ ἄλλοι τινὲς αὐτομολήσαντες, παμπληθεῖς δὲ καὶ τοξότας καὶ σφενδονήτας