Kitap 50
2.1
οὕτω καὶ ἐς τὸ τοῦ Καίσαρος γένος ἦγε. ταῦτά τε οὖν ἀλλήλοις ἀντενεκάλουν καί πῃ καὶ ἀνταπελογοῦντο, τὰ μὲν ἰδίᾳ σφίσιν ἐπιστέλλοντες, τὰ δὲ καὶ ἐν τῷ κοινῷ λέγων μὲν ὁ Καῖσαρ γράφων δὲ ὁ Ἀντώνιος· πρέσβεις τε ἐπὶ τῇ προφάσει ταύτῃ συνεχῶς ἀνταπέστελλον, a)ntape/stellon St., a)ntepe/stellon LM. ὅπως ὅτι μάλιστα τά τε ἐγκλήματα δικαιότατα ποιεῖσθαι δόξωσι
2.2
καὶ τὰ ἀλλήλων ἅμα κατασκοπῶσι· κἀν τούτῳ καὶ χρήματα ὡς καὶ ἐπʼ ἄλλο τι ἤθροιζον, καὶ τὴν λοιπὴν τοῦ πολέμου παρασκευὴν ὡς καὶ ἐφʼ ἑτέρους τινὰς ἐποιοῦντο, μέχρις οὗ ὅ τε Δομίτιος ὁ Γναῖος καὶ ὁ Σόσσιος ὁ Γάϊος, ἀμφότεροι τῆς τοῦ Ἀντωνίου μερίδος ὄντες, ὑπάτευσαν. τότε γὰρ οὐδὲν ἔτʼ ἐπεκρύψαντο, ἀλλʼ ἄντικρυς ἐπολεμώθησαν. ἐπράχθη δὲ ὧδε.
2.3
ὁ μὲν Δομίτιος οὐδὲν φανερῶς, ὥς γε καὶ συμφορῶν πολλῶν πεπειραμένος, ἐνεόχμωσεν· ὁ δὲ δὴ Σόσσιος, οἷα κακῶν ἄπειρος ὤν, πολλὰ μὲν τὸν Ἀντώνιον ἐν αὐτῇ εὐθὺς τῇ νουμηνίᾳ ἐπῄνεσε, πολλὰ δὲ καὶ τὸν Καίσαρα κατέδραμε. κἂν παραχρῆμα ἐπʼ αὐτῷ τι ἐχρημάτισεν, εἰ μὴ
2.4
Νώνιος Βάλβος δημαρχῶν ἐκώλυσεν. ὁ γὰρ Καῖσαρ ὑποτοπήσας τὸ μέλλον ὑπʼ αὐτοῦ γενήσεσθαι, καὶ μήτε περιιδεῖν αὐτὸ μήτʼ αὖ ἐναντιωθεὶς προκατάρχειν τοῦ πολέμου δόξαι ἐθελήσας, τότε μὲν οὔτε ἐς τὸ βουλευτήριον ἐσῆλθεν οὔθʼ ὅλως ἐν τῇ πόλει διῃτήθη, ἀλλά τινα αἰτίαν πλασάμενος ἐξεδήμησε, διά τε ταῦτα καὶ ἵνα κατὰ σχολὴν πρὸς τὰ ἀγγελθέντα οἱ βουλευσάμενος
2.5
τὸ δέον ἐκ πλείονος λογισμοῦ πράξῃ· ὕστερον δὲ ἐπανελθὼν τήν τε γερουσίαν ἤθροισε φρουρὰν τῶν τε στρατιωτῶν καὶ τῶν φίλων ἐγχειρίδια κρύφα ἐχόντων περιβαλόμενος, peribalo/menos H. Steph., periballo/menos LM. καὶ ἐν μέσῳ τῶν ὑπάτων ἐπὶ δίφρου ἀρχικοῦ ἱζήσας, πολλὰ μὲν αὐτόθεν ἐκ τῆς ἕδρας καὶ μέτρια ὑπὲρ ἑαυτοῦ διελέχθη, πολλὰ δὲ καὶ τοῦ Σοσσίου τοῦ τε Ἀντωνίου