Kitap 50
26.2
μετὰ τοῦθʼ οὕτως ἐπιεικῶς, οὕτω φιλικῶς πρὸς αὐτὸν ἔσχον ὥστε μήθʼ ὅτι w(/ste mh/q' o(/ti Xyl., w(/sq' o(/te mh/te *wM. τὴν ἀδελφήν μου ὕβρισε, μήθʼ ὅτι τῶν γεννηθέντων οἱ ἐξ αὐτῆς τέκνων ἠμέλησε, μήθʼ ὅτι τὴν Αἰγυπτίαν αὐτῆς προετίμησε, μήθʼ ὅτι τοῖς ἐκείνης παισὶ πάνθʼ ὡς εἰπεῖν τὰ ὑμέτερα ἐδωρήσατο, μήτε διʼ ἄλλο
26.3
μηδὲν ἐθελῆσαι αὐτῷ πολεμῆσαι. αἴτιον δὲ ὅτι πρῶτον μὲν ἐνόμιζον οὐ τὸν αὐτὸν δεῖν τρόπον πρός τε τὴν Κλεοπάτραν καὶ πρὸς τὸν Ἀντώνιον προσφέρεσθαι· ἐκείνην μὲν γὰρ καὶ ὑπὸ τοῦ ἀλλοφύλου πολεμίαν εὐθὺς οἷς ἔπραττεν εἶναι, τοῦτον δέ, ἅτε καὶ πολίτην, ἐνδέχεσθαι σωφρονισθῆναι.
26.4
ἔπειτα δὲ ἤλπιζον ὅτι εἰ καὶ μὴ ἐθελούσιος, ἀλλʼ ἄκων γε ἐκ τῶν ἐπʼ ἐκείνῃ ψηφισθέντων μεταγνώσεται. διὰ μὲν δὴ ταῦτα οὐδένα αὐτῷ πόλεμον ἐπήγγειλα· ἐπειδὴ δὲ ὑπεριδὼν αὐτὰ καὶ καταφρονήσας οὔτʼ ἀφιέντων αὐτῶν ἡμῶν ἀφεθῆναι οὔτʼ ἐλεούντων ἐλεηθῆναι βούλεται, ἀλλʼ εἴτε ὡς ἀλόγιστος εἴθʼ ὡς μαινόμενος
26.5
(καὶ γὰρ τοῦτʼ ἐγὼ ἀκηκοὼς πεπίστευκα, ὅτι ὑπʼ ἐκείνης τῆς καταράτου μεμάγευταἰ τῆς μὲν ἡμετέρας εὐεργεσίας καὶ τῆς παρʼ ἡμῶν φιλανθρωπίας οὐδὲν προτιμᾷ, τῇ δὲ γυναικὶ δουλεύων τόν τε πόλεμον καὶ τοὺς κινδύνους τοὺς ὑπὲρ αὐτῆς αὐθαιρέτους καὶ καθʼ ἡμῶν καὶ κατὰ τῆς πατρίδος ἀναιρεῖται, τί λοιπὸν ἄλλο πλὴν ἀμύνασθαι καὶ τοῦτον μετὰ τῆς Κλεοπάτρας ἡμῖν προσήκει;
27.1
Μήτʼ οὖν Ῥωμαῖον εἶναί τις αὐτὸν νομιζέτω, ἀλλά τινα Αἰγύπτιον, μήτʼ Ἀντώνιον ὀνομαζέτω, ἀλλά τινα Σαραπίωνα· μὴ ὕπατον, μὴ αὐτοκράτορα γεγονέναι ποτὲ ἡγείσθω, ἀλλὰ γυμνασίαρχον.
27.2
ταῦτα γὰρ ἀντʼ ἐκείνων αὐτὸς ἐθελοντὴς ἀνθείλετο, καὶ πάντα τὰ πάτρια σεμνολογήματα ἀπορρίψας εἷς τῶν ἀπὸ Κανώβου κυμβαλιστῶν γέγονε. μὴ μέντοι μηδὲ δείσῃ τις αὐτὸν ὡς καὶ ῥοπὴν τῷ
27.3
πολέμῳ παρέξοντα. ἦν μὲν γὰρ οὐδὲ ἐν τῷ πρὶν ἄξιός τινος, ὥς που σαφῶς ἴστε οἱ περὶ Μούτιναν αὐτοῦ κεκρατηκότες· εἰ δʼ οὖν ποτε καὶ ἐκ τῆς σὺν ἡμῖν h(mi=n *w, u(mi=n M. στρατείας ἀρετήν τινα ἔσχεν, ἀλλʼ εὖ ἴσθʼ ὅτι νῦν πᾶσαν αὐτὴν ἐν τῇ τοῦ βίου μεταβολῇ