Kitap 50
27.4
διέφθαρκεν. ἀδύνατον γάρ ἐστι βασιλικῶς τέ τινα τρυφῶντα καὶ γυναικείως θρυπτόμενον ἀνδρῶδές τι φρονῆσαι καὶ πρᾶξαι, διὰ τὸ πᾶσαν ἀνάγκην εἶναι, οἵοις ἄν τις ἐπιτηδεύμασι συνῇ,
27.5
τούτοις αὐτὸν ἐξομοιοῦσθαι. τεκμήριον δέ, ἕνα πόλεμον ἐν παντὶ τούτῳ τῷ χρόνῳ πεπολεμηκὼς καὶ μίαν στρατείαν πεποιημένος παμπόλλους μὲν ἐν ταῖς μάχαις πολίτας ἀπολώλεκεν, αἴσχιστα δὲ ἀπὸ τῶν Πραάσπων ἀποκεχώρηκε, πλείστους
27.6
δὲ καὶ ἐν τῇ φυγῇ προσαποβέβληκεν. ὥστʼ εἰ μὲν γελοίως πως ὀρχεῖσθαι καὶ κορδακίζειν τινὰ ἡμῶν ἐχρῆν, πάντως ἂν ἔλαττον αὐτοῦ ἠνέγκατο (ταῦτα γὰρ μεμελέτηκενʼ· ἐπειδὴ δὲ ὅπλων καὶ μάχης δεῖ, τί τις ἂν αὐτοῦ φοβηθείη ; τὴν ἀκμὴν τοῦ σώματος ; ἀλλὰ παρήβηκε καὶ ἐκτεθήλυνται. e)kteqh/luntai Bk., e)kteqh/lutai *wM. τὴν ῥώμην τῆς γνώμης; ἀλλὰ γυναικίζει
27.7
καὶ ἐκκεκιναίδισται. τὴν εὐσέβειαν τὴν πρὸς τοὺς θεοὺς ἡμῶν; ἀλλὰ πολεμεῖ καὶ ἐκείνοις καὶ τῇ πατρίδι. τὴν πιστότητα pisto/thta M, pistota/thn V. τὴν πρὸς τοὺς συμμάχους; καὶ τίς οὐκ οἶδεν ὅπως τὸν Ἀρμένιον ἐξαπατήσας ἔδησε; τὴν th\n Pflugk, th\n de\ *wM. ἐπιείκειαν τὴν πρὸς τοὺς φίλους; καὶ τίς οὐχ ἑόρακε τοὺς ὑπʼ αὐτοῦ κακῶς ἀπολωλότας; τὴν εὐδοξίαν τὴν παρὰ τοῖς στρατιώταις; καὶ τίς οὐχὶ καὶ ἐκείνων αὐτοῦ
27.8
κατέγνωκε; σημεῖον δὲ ὅτι συχνοὶ καθʼ ἑκάστην ἡμέραν πρὸς ἡμᾶς μεθίστανται. νομίζω δὲ ἔγωγε ὅτι καὶ πάντες οἱ πολῖται ἡμῶν τοῦτο ποιήσουσιν, ὥσπερ ποτὲ καὶ πρότερον, ὅτε ἐκ τοῦ Βρεντεσίου
27.9
πρὸς τὴν Γαλατίαν ᾔει. μέχρι μὲν γὰρ πλουτήσειν ἀκινδύνως ἤλπιζον, καὶ μάλα ἄσμενοί τινες αὐτῷ συνῆσαν· μάχεσθαι δὲ δὴ πρὸς ἡμᾶς τοὺς ὁμοφύλους ὑπὲρ τῶν μηδέν σφισι προσηκόντων, ἄλλως τε καὶ ἐξὸν αὐτοῖς ἀδεῶς σὺν ἡμῖν h(mi=n R. Steph., u(mi=n *wM. καὶ σώζεσθαι καὶ εὐδαιμονεῖν, οὐκ ἐθελήσουσιν.