Kitap 50
2.6
κατηγόρησεν. ἐπειδή τε οὔτε ἄλλος τις οὔτʼ ou)/t' Rk., ou)d' LM. αὐτῶν τῶν ὑπάτων οὐδέτερος φθέγξασθαί τι ἐτόλμησεν, ἐκέλευσέ σφας ἐν ῥητῇ ἡμέρᾳ αὖθις συνελθεῖν ὡς καὶ διὰ γραμμάτων τινῶν ἀδικοῦντα τὸν Ἀντώνιον ἐξελέγξων. οἱ οὖν ὕπατοι μήτʼ ἀντειπεῖν αὐτῷ θαρσοῦντες μήτε σιωπῆσαι ὑπομένοντες τῆς τε πόλεως λάθρᾳ προεξεχώρησαν καὶ μετὰ τοῦτο πρὸς τὸν Ἀντώνιον ἀπῆλθον, καί σφισι καὶ τῶν ἄλλων βουλευτῶν οὐκ ὀλίγοι
2.7
συνεφέσποντο. μαθὼν δὲ τοῦτο ὁ Καῖσαρ ἑκών τε αὐτοὺς ἐκπεπομφέναι ἔφασκεν, ἵνα μὴ καὶ ὡς ἀδικῶν τι ἐγκαταλελεῖφθαι ὑπʼ αὐτῶν δοκῇ, καὶ ἐπιτρέπειν καὶ τοῖς ἄλλοις τοῖς ἐθέλουσι e)qe/lousi R. Steph., qe/lousi LM. πρὸς τὸν Ἀντώνιον μετὰ ἀδείας ἀπᾶραι.
3.1
τοῦτο δʼ οὖν τοιοῦτον ὑπʼ ἐκείνων γενόμενον ἀνεσήκωσαν παρὰ τοῦ Ἀντωνίου αὖ φυγόντες καὶ πρὸς τὸν Καίσαρα ἐλθόντες ἄλλοι τε καὶ ὁ Τίτιος καὶ ὁ Πλάγκος, καίπερ ἀνὰ πρώτους τε ὑπʼ αὐτοῦ τιμώμενοι καὶ τὰ ἀπόρρητα αὐτοῦ
3.2
πάντα εἰδότες. ἐπειδὴ γὰρ ταῦτά τε οὕτως ὑπὸ τῶν ὑπάτων ἐπέπρακτο, καὶ προσέτι καὶ ἐν τῇ ἀπουσίᾳ αὐτῶν ὁ Καῖσαρ τήν τε γερουσίαν συνήγαγε καὶ ἀνέγνω καὶ εἶπεν ὅσα ἠθέλησε, καὶ αὐτὰ ὁ Ἀντώνιος ἀκούσας βουλήν τέ τινα ἐκ τῶν παρόντων ἤθροισε καὶ λεχθέντων ἐφʼ ἑκάτερα πολλῶν τόν τε πόλεμον ἀνείλετο καὶ τὴν τῆς Ὀκταουίας συνοίκησιν ἀπεῖπε, προσκρούσαντές τι αὐτῷ ἐκεῖνοι, ἢ καὶ τῇ Κλεοπάτρᾳ τι ἀχθεσθέντες,
3.3
ηὐτομόλησαν. καί σφας ὁ Καῖσαρ ἀσμενέστατα δεξάμενος τά τε ἄλλα τὰ τοῦ Ἀντωνίου παρʼ αὐτῶν πάντα, καὶ ἃ ἔπραττε καὶ ἃ ἐνενόει, καὶ τὰ ἐν ταῖς διαθήκαις αὐτοῦ γεγραμμένα τόν τε ἔχοντα αὐτὰς ἔμαθε· καὶ γὰρ σεσημασμένοι
3.4
σφᾶς ἦσαν. κἀκ τούτου περιοργὴς ἔτι καὶ μᾶλλον γενόμενος οὐκ ὤκνησεν οὔτʼ ἀναζητῆσαι αὐτὰς οὔτε λαβεῖν οὔτε ἔς τε τὸ βουλευτήριον καὶ μετὰ τοῦτο καὶ ἐς ἐκκλησίαν ἐσκομίσαι καὶ ἀναγνῶναι. τοιαῦτα γάρ που ἐν αὐταῖς ἀνεγέγραπτο ὥστε μηδʼ αἰτίαν τινὰ παρʼ αὐτῶν, καίτοι