Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 50

34.2 ἐπικουρῆσον κατέφυγε. κἀνταῦθα ἄλλο a)/llo M, a)\n a)/llo V. αὖ εἶδος μάχης συνηνέχθη. οἱ μὲν γὰρ πολλαχῇ ἅμα προσπλέοντές τισι βέλη τε πυρφόρα ἐπʼ αὐτοὺς ἐξετόξευον καὶ λαμπάδας ἐκ χειρὸς ἐπηκόντιζον καί τινας καὶ χυτρίδας ἀνθράκων καὶ πίττης πλήρεις πόρρωθεν μηχαναῖς ἐπερρίπτουν·
34.3 οἱ δὲ ταῦτά τε ὡς ἕκαστα διεκρούοντο, καὶ ἐπειδή τινα αὐτῶν διεκπίπτοντα τῶν τε ξύλων ἥπτετο καὶ φλόγα αὐτίκα πολλήν, ἅτε ἐν νηί, ἤγειρε, τὸ μὲν πρῶτον τῷ ποτίμῳ ὕδατι ᾧ ἐπεφέροντο ἐχρῶντο, καί τινα κατέσβεσαν, ἐπεὶ δὲ ἐκεῖνο
34.4 καταναλώθη, ἤντλουν τὸ θαλάττιον. καὶ εἰ μὲν πολλῷ τε καὶ ἀθρόῳ αὐτῷ ἐχρῶντο, ἐπεῖχόν πως τῇ βίᾳ τὸ πῦρ· ἀδύνατοι δὲ δὴ πανταχῇ τοῦτο ποιεῖν ὄντες (οὔτε γὰρ πολλὰ ἢ καὶ μεγάλα τὰ ἀντλητήρια εἶχον, καὶ ἡμιδεᾶ h(midea= Bk., h(mi/sea *wM. αὐτὰ ἅτε ταραττόμενοι ἀνέφερονʼ οὐχ ὅσον οὐκ ὠφελοῦντό τι, ἀλλὰ καὶ προσπαρώξυνον αὐτό· ἡ γὰρ ἅλμη ἡ θαλαττία ἂν κατʼ ὀλίγον ἐπιχέηται φλογί, ἰσχυρῶς αὐτὴν
34.5 ἐκκαίει. ὡς οὖν καὶ ἐν τούτῳ ἥττους ἐγίγνοντο, τά τε ἱμάτια αὑτῶν au(tw=n Bayfius, au)tw=n *wM. τὰ παχέα καὶ τοὺς νεκροὺς ἐπέβαλλον· καὶ χρόνον μέν τινα ἐκολούσθη τε ὑπʼ αὐτῶν τὸ πῦρ καὶ ἔδοξέ πῃ λωφᾶν, ἔπειτα δὲ ἄλλως τε καὶ τοῦ ἀνέμου σφοδρῶς ἐπισπέρξαντος ἐπὶ πλεῖον ἐξέλαμψεν, ἅτε καὶ ὑπʼ αὐτῶν ἐκείνων
34.6 αὐξανόμενον. καὶ μέχρι μὲν μέρος τι νεὼς ἐκαίετο, προσίσταντό τέ τινες αὐτῷ καὶ ἐς αὐτὸ ἐσεπήδων, καὶ τὰ μὲν ἀπέκοπτον τὰ δὲ διεφόρουν· καὶ αὐτὰ οἱ μὲν ἐς τὴν θάλασσαν οἱ δὲ καὶ ἐπὶ τοὺς ἐναντίους ἐρρίπτουν, εἴ πως καὶ ἐκείνους τι
34.7 λυμήναιντο. καὶ ἕτεροι πρὸς τὸ ἀεὶ ὑγιὲς αὐτῆς μεθιστάμενοι ταῖς τε χερσὶ ταῖς σιδηραῖς καὶ τοῖς δόρασι τοῖς μακροῖς τότε δὴ καὶ τὰ μάλιστα ἐχρῶντο, ὅπως τινὰ ἀντίπαλον ναῦν προσαρτήσαντές σφισι μάλιστα μὲν μετεκβῶσιν ἐς αὐτήν,
35.1 εἰ δὲ μή, καὶ ἐκείνην συγκαταφλέξωσιν. ὡς δʼ οὔτε τινὲς ἐπέλαζόν σφισιν, αὐτὸ τοῦτο φυλασσόμενοι, καὶ τὸ πῦρ τούς τε τοίχους πέριξ ἐπενέμετο καὶ ἐς τὸ ἔδαφος κατῄει, ἐνταῦθα τὰ δεινότατα

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi