Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 50

5.2 ταῖς ἀσπίσιν ἐπιγράφειν. ἔς τε τὴν ἀγορὰν μετʼ αὐτοῦ ἐσεφοίτα, καὶ τὰς πανηγύρεις οἱ συνδιετίθει, τάς τε δίκας συνεξήταζε, καὶ συνίππευε καὶ ἐν ταῖς πόλεσιν, ἢ καὶ ἐκείνη μὲν ἐν δίφρῳ τινὶ ἐφέρετο, ὁ δὲ Ἀντώνιος αὐτοποδὶ αὐτῇ μετὰ τῶν εὐνούχων ἠκολούθει. καὶ τό τε στρατήγιον βασίλειον ὠνόμαζε, καὶ ἀκινάκην ἔστιν ὅτε παρεζώννυτο,
5.3 ἐσθῆτί τε ἔξω τῶν πατρίων ἐχρῆτο, καὶ ἐπὶ κλίνης ἐπιχρύσου δίφρου τε ὁμοίου καὶ ἐν τῷ κοινῷ ἑωρᾶτο. συνεγράφετό τε αὐτῇ καὶ συνεπλάττετο, αὐτὸς μὲν Ὄσιρις καὶ Διόνυσος dio/nusos M cod. Peir., o( dio/nusos L. ἐκείνη δὲ Σελήνη τε καὶ Ἶσις λέγοντες εἶναι. ἐξ οὗπερ καὶ τὰ μάλιστα ἔκφρων ὑπʼ αὐτῆς ἐκ μαγγανείας
5.4 τινὸς γεγονέναι ἔδοξεν. οὐ γὰρ ὅτι ἐκεῖνον ἀλλὰ καὶ τοὺς ἄλλους τούς τι παρʼ αὐτῷ δυναμένους οὕτω καὶ ἐγοήτευσε καὶ κατέδησεν ὥστʼ αὐτὴν καὶ τῶν Ῥωμαίων ἄρξειν ἐλπίσαι, τήν τε εὐχὴν τὴν μεγίστην, ὁπότε τι ὀμνύοι, ποιεῖσθαι τὸ ἐν τῷ Καπιτωλίῳ δικάσαι.
6.1 τῇ μὲν οὖν Κλεοπάτρᾳ διὰ ταῦτα τὸν πόλεμον ἐψηφίσαντο, τῷ δʼ Ἀντωνίῳ οὐδὲν δῆθεν τοιοῦτον ἐπήγγειλαν, εὖ γε εἰδότες ὅτι καὶ ἄλλως πολεμωθήσοιτο polemwqh/soito Reim., polemiwqh/soito LM. (οὐ γάρ που προδοὺς ἐκείνην τὰ τοῦ Καίσαρος πράξειν ἔμελλἐ καὶ βουλόμενοι καὶ αὐτὸ τοῦτο προσεγκαλέσαι οἱ, ὅτι τὸν ὑπὲρ τῆς Αἰγυπτίας πόλεμον ἑκὼν κατὰ τῆς πατρίδος, μηδενὸς αὐτῷ δεινοῦ οἴκοθεν ἰδίᾳ συμβάντος, ἀνείλετο.
6.2 ἥ τε οὖν ἡλικία παρʼ ἀμφοτέρων Here L ends; its copy *w in a measure replaces it dosn to the end of Book LIV. σπουδῇ συνήγετο καὶ χρήματα ἁπανταχόθεν συνελέγετο, τά τε ἐμπολέμια πάντα κατὰ τάχος ἠθροίζετο. καὶ ἐγένετο ἡ πᾶσα παρασκευὴ πολὺ τῶν πρὸ αὐτῆς
6.3 μεγίστη. ἔθνη γὰρ τοσάδε ἑκατέρῳ τόνδε τὸν πόλεμον συνήρατο. Καίσαρι μὲν ἥ τε Ἰταλία (πάντας γὰρ καὶ τοὺς ὑπὸ τοῦ Ἀντωνίου ἀποικισθέντας, τὰ μὲν ἐκφοβήσας ἅτε ὀλίγους ὄντας, τὰ δὲ καὶ εὐεργετήσας, προσετέθειτο· τά τε γὰρ ἄλλα καὶ τοὺς τὴν Βονωνίαν ἐποικοῦντας αὐτὸς αὖθις, ἵνα δὴ καὶ ὑφʼ ἑαυτοῦ ἀπῳκίσθαι δοκῶσι, προσκατεστήσατὀ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi