Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 50

8.2 τὰ ἔνδον συνέχεε, καὶ βύας πρῶτον μὲν ἐς τὸν τῆς Ὁμονοίας ναόν, ἔπειτα δὲ καὶ ἐπὶ τοὺς ἄλλους πάντας ὡς εἰπεῖν τοὺς ἁγιωτάτους ἐπέπτετο, καὶ τέλος, ἐπειδὴ πανταχόθεν ἀπηλαύνετο, ἐπί τε τοῦ ναοῦ τοῦ Γενίου τοῦ δήμου ἱδρύθη καὶ οὔτε ἑάλω οὔτʼ ἐξανέστη πλὴν ὀψέ ποτε. ὅ τε ὀχὸς ὁ τοῦ Διὸς ἐν τῇ τῶν Ῥωμαίων ἱπποδρομίᾳ συνετρίβη, καὶ λαμπὰς ἐπὶ πολλὰς ἡμέρας ὑπὲρ τῆς Ἑλληνικῆς θαλάσσης αἰωρηθεῖσα ἐς τὸν αἰθέρα ἀνέδραμε.
8.3 καὶ συχνὰ μὲν ὑπὸ χειμῶνος ἐπόνησεν, ὥστε καὶ τρόπαιόν τι ἐν τῷ Ἀουεντίνῳ ἑστὸς καὶ νίκης ἄγαλμα ἀπὸ τῆς τοῦ θεάτρου σκηνῆς πεσεῖν, τήν τε γέφυραν τὴν ξυλίνην πᾶσαν pa=san M, om. V. καταρραγῆναι· συχνὰ δὲ καὶ ὑπὸ πυρὸς ἐφθάρη, καὶ προσέτι καὶ ἐκ τῆς Αἴτνης πλεῖστόν τε ἐρρύη καὶ πόλεσι καὶ
8.4 χώραις ἐλυμήνατο. ταῦτʼ οὖν οἱ Ῥωμαῖοι τὰ μὲν ὁρῶντες τὰ δʼ ἀκούοντες, ἀνεμιμνήσκοντο καὶ τὸ τοῦ δράκοντος, ὅτι ἄρα καὶ ἐκεῖνος ἐς τὰ τότε παρόντα σφίσιν ἐσήμηνεν· ἐν γὰρ τῇ Τυρσηνίδι ὀλίγον πρὸ τούτων πρότερον δράκων δικέφαλος, μέγας ὥστε καὶ ἐς πέντε καὶ ὀγδοήκοντα πόδας ἐξικνεῖσθαι, αἰφνίδιον ἀνεφάνη καὶ πολλὰ κακώσας
8.5 ἐκεραυνώθη. ταῦτα μὲν οὖν ἐπὶ πάντας αὐτοὺς ἔφερε· Ῥωμαῖοί τε γὰρ τὸ προμαχόμενον ἀμφοτέρωθεν ὁμοίως ἦν, καὶ ἔμελλον e)/mellon M, e)/mellen V. ἔν τε τῷ τότε παρόντι πολλοὶ ἑκατέρωθεν φθαρήσεσθαι, καὶ ἔπειτα e)/peita Xyl., e)pi\ ta\ *wM. τοῦ κρατήσαντος πάντες οἱ περιλειφθέντες
8.6 γενήσεσθαι. τῷ δὲ δὴ Ἀντωνίῳ τὴν μὲν ἧτταν οἱ παῖδες οἱ ἐν τῇ Ῥώμῃ ὄντες προεμαντεύσαντο (δίχα γὰρ γενόμενοι μηδενὸς κελεύσαντος, καὶ οἱ μὲν Ἀντωνιείους οἱ δὲ Καισαρείους kaisarei/ous Xiph. Zon., kaisariei/ous *wM. σφᾶς ἐπικαλέσαντες, συνέμιξαν ἀλλήλοις ἐπὶ δύο ἡμέρας, καὶ ἡττήθησαν οἱ τὸ ἐκείνου ὄνομα φέροντεσʼ, τὸν δʼ ὄλεθρον εἰκών τις αὐτοῦ ἐν τῷ Ἀλβανῷ παρὰ τῷ Διὶ ἀνακειμένη· λιθίνη γὰρ οὖσα αἷμα πολὺ ἀνῆκε.
9.1 μετεώρων δʼ οὖν πάντων ὁμοίως ἐπὶ τούτοις ὄντων ἐν μὲν τῷ ἔτει ἐκείνῳ πλέον οὐδὲν ἐγένετο. ὅ τε γὰρ Καῖσαρ τὰ ἐν τῇ Ἰταλίᾳ, ἄλλως τε καὶ ἐπειδὴ τὰ χρήματα παρὰ τοῦ Ἀντωνίου παρόντα ᾔσθετο, καθιστάμενος οὐκ ἠδυνήθη πρὸ τοῦ χειμῶνος

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi