Kitap 50
9.2
ἀπαντῆσαι· καὶ ἐκεῖνος ὥρμησε μὲν ὡς καὶ ἐν τῇ Ἰταλίᾳ τὸν πόλεμον ἀδοκήτως σφίσι ποιησόμενος, poihso/menos *w, poihsa/menos M. ἐλθὼν δὲ ἐς Κέρκυραν, καὶ πυθόμενος τὰς ναῦς τὰς πρόπλους τὰς ἐς τὴν προσκοπὴν αὐτοῦ πεμφθείσας περὶ τὰ Κεραύνια ὄρη ναυλοχεῖν, ὑπετόπησεν αὐτὸν τὸν Καίσαρα μετὰ παντὸς τοῦ
9.3
ναυτικοῦ ἀφῖχθαι, καὶ οὐκέτι περαιτέρω προεχώρησεν, ἀλλʼ ἐς τὴν Πελοπόννησον (ἤδη γὰρ ἐκ μετοπώρου ἦνʼ ἀναπλεύσας αὐτὸς μὲν ἐν Πάτραις παρεχείμασεν, τοὺς δὲ δὴ στρατιώτας πανταχόσε pantaxo/se Zon., pantaxo/qen *wM. διέπεμψεν, ἵνα τά τε χωρία φυλάττωσι καὶ τῶν
9.4
ἐπιτηδείων ῥᾷον εὐπορῶσι. κἀν τούτῳ ἦλθον μὲν καὶ ἐθελονταὶ παρʼ ἀμφοτέρων αὐτῶν πρὸς ἑκατέρους καὶ βουλευταὶ καὶ ἄλλοι τινές, ἑάλω δὲ καὶ κατάσκοπος ὑπὸ τοῦ Καίσαρος Λούκιος Μέσσιος· καὶ αὐτὸν καίπερ τῶν ἐν τῇ Περουσίᾳ *perousi/a| Xyl., gerousi/ai *wM. πρότερον ἁλόντων ὄντα ἀφῆκε, πᾶσάν οἱ τὴν ἑαυτοῦ δύναμιν
9.5
προεπιδείξας. τῷ τε Ἀντωνίῳ ἐπέστειλεν ὅπως ἢ ἀναχωρήσῃ ἀπὸ τῆς θαλάσσης ἵππου δρόμον ἡμερήσιον καὶ ἐφῇ e)fh=| Pflugk, e)/fh *wM. οἱ ἀδεῶς προσπλεῦσαι ἐπὶ τῷ ἐντὸς πέντε ἡμερῶν συμμῖξαί σφας, ἢ αὐτὸς ἐπὶ
9.6
τοῖς αὐτοῖς ἐς τὴν Ἰταλίαν περαιωθῇ, οὐχ ὅτι τι ti M, om. V. γενήσεσθαί σφων ἐνόμιζεν (ὁ γοῦν gou=n Bk., d' ou)=n *wM. Ἀντώνιος πολλά τε αὐτοῦ κατεγέλασε, καὶ εἶπεν “καὶ τίς ἡμῖν δικάσει, ἄν τι παρὰ τὰ συγκείμενα πραχθῇ;”) ἀλλʼ ὅτι τοῖς τε ἑαυτοῦ στρατιώταις θάρσος καὶ τοῖς ἐναντίοις ἔκπληξιν ἐμβαλεῖν ἐκ τούτου προσεδόκησε.
10.1
μετὰ δὲ δὴ ταῦτα ἦσαν μὲν ὕπατοι ἐς τὸ ἐχόμενον ἔτος ὅ τε Καῖσαρ καὶ ὁ Ἀντώνιος προαποδεδειγμένοι τότε ὅτε ἐς τὰ ὀκτὼ ἔτη τὰς ἀρχὰς ἐσάπαξ προκατεστήσαντο, καὶ τό γε τελευταῖον ἐκεῖνο ἦν· παραλυθέντος δὲ τοῦ Ἀντωνίου, ὥσπερ εἶπον, ὁ Μεσσάλας ὁ o( supplied by Bk. Οὐαλέριος ὁ προγραφείς