Kitap 50
10.2
ποτε ὑπʼ αὐτῶν ὑπάτευσε μετὰ τοῦ Καίσαρος. κἀν τούτῳ ἄνθρωπός τέ τις μανιώδης ἐς τὸ θέατρον ἐν πανηγύρει τινὶ ἐσπηδήσας τὸν στέφανον τὸν τοῦ προτέρου Καίσαρος ἀνείλετο καὶ περιέθετο, καὶ διεσπάσθη diespa/sqh M, periespa/sqh V. ὑπὸ τῶν περιεστηκότων· καὶ λύκος τε ἐς te e)s Bk., e)/s te *wM. τὸ Τυχαῖον ἐσπίπτων συνελήφθη καὶ κατεσφάγη,
10.3
κύων τε κύνα ἐν τῷ ἱπποδρόμῳ παρʼ αὐτὴν τὴν ἅμιλλαν τῶν ἵππων κατειργάσατο καὶ κατέφαγε. καὶ πῦρ ἄλλα τε οὐκ ὀλίγα καὶ αὐτοῦ τοῦ ἱπποδρόμου πολὺ τό τε Δημήτριον καὶ ἕτερον ναὸν
10.4
ἐλπίδος ἔφθειρεν. ἔδοξαν μὲν γὰρ οἱ ἐξελεύθεροι αὐτὸ πεποιηκέναι· πᾶσι γὰρ τοῖς ἔν τε τῇ Ἰταλίᾳ αὐτῶν οὖσι καὶ πέντε μυριάδων οὐσίαν ἢ καὶ πλείω κεκτημένοις τὸ ὄγδοον αὐτῆς συντελέσαι ἐκελεύσθη, κἀκ τούτου καὶ ταραχαὶ καὶ φόνοι καὶ ἐμπρήσεις ὑπʼ u(p' St., a)p' *wM. αὐτῶν πολλαὶ ἐγένοντο, καὶ οὐ πρότερόν γε κατέστησαν πρὶν ἢ τοῖς ὅπλοις
10.5
καταδαμασθῆναι. ἀφʼ οὗπερ καὶ οἱ ἐλεύθεροι οἵ τι χωρίον ἐν τῇ Ἰταλίᾳ κεκτημένοι φοβηθέντες ἡσύχασαν· καὶ γὰρ ἐκείνοις τὸ τέταρτον τῆς ἐπετησίας προσόδου δοῦναι προσετάχθη, μελλήσαντές τε ἐπὶ τούτῳ κινηθήσεσθαι οὐδὲν ἔτι νεοχμῶσαι ἐτόλμησαν, ἀλλʼ ἀμαχεὶ καὶ ἄκοντες αὐτὸ
10.6
συνεσήνεγκαν. ἔδοξε μὲν οὖν διὰ ταῦθʼ ὑπὸ τῶν ἀπελευθέρων τὸ πῦρ ἐξ ἐπιβουλῆς γεγονέναι, οὐ μέντοι ἀλλὰ καὶ αὐτὸ ἐς τὰ πάνυ τέρατα διὰ τὸ τῶν καυθέντων πλῆθος ἐσεγράφη.
11.1
τοιούτων δὴ σημείων προφανέντων σφίσιν οὔτε ἐφοβήθησαν οὔθʼ ἧττόν τι ἐπολέμησαν, ἀλλὰ τὸν μὲν χειμῶνα κατασκοπαῖς τε χρώμενοι καὶ παραλυποῦντες ἀλλήλους διετέλεσαν (ὁ γὰρ Καῖσαρ ἐξανήχθη μὲν ἐκ τοῦ Βρεντεσίου καὶ ἔπλευσε μέχρι τῆς Κερκύρας ὡς καὶ ἀπροσδοκήτοις τοῖς πρὸς τῷ Ἀκτίῳ ὁρμοῦσιν ἐπιθησόμενος, χειμῶνι
11.2
δὲ περιπεσὼν καὶ πονηθεὶς ἀνεχώρησἐ, τοῦ δὲ δὴ ἦρος ὁ μὲν Ἀντώνιος οὐδαμῇ ἐκινήθη (οἵ τε γὰρ τριηρῖται, ἅτε καὶ σύμμικτοι ἐκ παντοδαπῶν ἐθνῶν ὄντες καὶ πόρρω ἀπʼ αὐτοῦ χειμάζοντες, οὔτε τινὰ ἄσκησιν ἐπεποίηντο καὶ νόσῳ αὐτομολίαις