Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 51

arg. τάδε ἔνεστιν ἐν τῷ πεντηκοστῷ πρώτῳ τῶν Δίωνος Ῥωμαϊκῶν
arg. α. ὡς Καῖσαρ νικήσας περὶ Ἄκτιον τὰ παρόντα διέθετο.
arg. β. περὶ Ἀντωνίου καὶ Κλεοπάτρας καὶ ὧν ἔπραξαν μετὰ τὴν ἧτταν.
arg. γ. ὡς Ἀντώνιος ἡττηθεὶς ἐν Αἰγύπτῳ ἑαυτὸν ἀπέκτεινεν.
arg. δ. ὡς Καῖσαρ Αἴγυπτον ἐχειρώσατο.
arg. ε. ὡς Καῖσαρ ἐς Ῥώμην ἦλθε καὶ τὰ ἐπινίκια ἤγαγεν.
arg. ζ. ὡς τὸ βουλευτήριον τὸ Ἰούλιον καθιερώθη.
arg. η. ὡς Μυσία ἑάλω. χρόνου πλῆθος τὰ λοιπὰ τῆς Καίσαρος τὸ γ καὶ Μ. Οὐαλερίου Κορουίνου Μεσσάλου ὑπατείας καὶ ἄλλα ἔτη δύο ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο
arg. Καῖσαρ τὸ δ
arg. μ. Λικίννιος Μ. υἱ. Κράσσος *kra/ssos supplied by H. Steph. ὕπ.
arg. Καῖσαρ τὸ ε
arg. Σέξτος Ἀπουλέιος *)apoule/ios Cary, a)poulh/ios M, a)pouilios V. Σέξτου υἱ. ὕπ. u(/p. Supplied by Bs.
1.1 τοιαύτη τις ἡ ναυμαχία αὐτῶν τῇ δευτέρᾳ τοῦ Σεπτεμβρίου ἐγένετο. τοῦτο δὲ οὐκ ἄλλως εἶπον (οὐδὲ γὰρ εἴωθα αὐτὸ ποιεῖνʼ ἀλλʼ ὅτι τότε πρῶτον ὁ Καῖσαρ τὸ κράτος πᾶν μόνος ἔσχεν,
1.2 ὥστε καὶ τὴν ἀπαρίθμησιν τῶν τῆς μοναρχίας αὐτοῦ ἐτῶν ἀπʼ ἐκείνης τῆς ἡμέρας ἀκριβοῦσθαι. καὶ ἐπʼ αὐτῇ τῷ τε Ἀπόλλωνι τῷ Ἀκτίῳ τριήρη τε καὶ τετρήρη, τά τε ἄλλα τὰ ἑξῆς μέχρι δεκήρους, ἐκ τῶν αἰχμαλώτων νεῶν ἀνέθηκε, καὶ ναὸν μείζω ᾠκοδόμησεν, ἀγῶνά τέ τινα καὶ γυμνικὸν καὶ μουσικῆς ἱπποδρομίας τε πεντετηρικὸν ἱερόν (οὕτω γὰρ τοὺς τὴν σίτησιν ἔχοντας ὀνομάζουσἰ κατέδειξεν, Ἄκτια αὐτὸν προσαγορεύσας.
1.3 πόλιν τέ τινα ἐν τῷ τοῦ στρατοπέδου τόπῳ, τοὺς μὲν συναγείρας τοὺς δʼ ἀναστήσας τῶν πλησιοχώρων, συνῴκισε, Νικόπολιν ὄνομα αὐτῇ δούς. τό τε χωρίον ἐν ᾧ ἐσκήνησε, λίθοις τε τετραπέδοις ἐκρηπίδωσε καὶ τοῖς ἁλοῦσιν ἐμβόλοις ἐκόσμησεν, ἕδος τι ἐν αὐτῷ τοῦ Ἀπόλλωνος ὑπαίθριον ἱδρυσάμενος.
1.4 ταῦτα μὲν ὕστερον ἐγένετο, τότε δὲ μέρος μέν me/n Bk., e)/n *wM. τι τῶν νεῶν ἐς δίωξιν τοῦ τε Ἀντωνίου καὶ τῆς Κλεοπάτρας ἔστειλε· καὶ ἐκεῖνοι ἐπεδίωξαν μὲν αὐτούς, ἐπεὶ δʼ οὐκ ἐν καταλήψει e)n katalh/yei R. Steph., e)gkatalh/yei *wM. ἐφαίνοντο, ἀνεχώρησαν· ταῖς δὲ λοιπαῖς τὸ τάφρευμα αὐτῶν, μηδενὸς ἐναντιουμένου διʼ ὀλιγότητα, ἔλαβε, καὶ μετὰ ταῦτα καὶ τὸν λοιπὸν στρατὸν ἐς Μακεδονίαν ἀπιόντα καταλαβὼν ἀμαχεὶ παρεστήσατο.
1 / 28 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi