Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 51

10.1 ὁ δʼ οὖν Ἀντώνιος ἐκ τοῦ Παραιτονίου πρὸς τὴν περὶ τοῦ Πελουσίου πύστιν ἐπανελθὼν προαπήντησε πρὸ τῆς Ἀλεξανδρείας τῷ Καίσαρι, καὶ αὐτὸν κεκμηκότα ἐκ τῆς πορείας ὑπολαβὼν τοῖς
10.2 ἱππεῦσιν ἐνίκησεν. ἀναθαρσήσας τε ἔκ τε τούτου καὶ ὅτι βιβλία ἐς τὸ στρατόπεδον αὐτοῦ τοξεύμασιν ἐσέπεμψε πεντακοσίας σφίσι καὶ χιλίας δραχμὰς ὑπισχνούμενος, συνέβαλε καὶ τῷ πεζῷ
10.3 καὶ ἡττήθη· ὁ γὰρ Καῖσαρ αὐτὸς τὰ βιβλία ἐθελοντὴς τοῖς στρατιώταις ἀνέγνω, τόν τε Ἀντώνιον διαβάλλων καὶ ἐκείνους ἔς τε τὴν τῆς προδοσίας αἰσχύνην καὶ ἐς τὴν ὑπὲρ ἑαυτοῦ προθυμίαν ἀντικαθιστάς, ὥστε καὶ διὰ τοῦτο αὐτοὺς τῇ τε τῆς πείρας ἀγανακτήσει καὶ τῇ τοῦ μὴ ἐθελοκακεῖν
10.4 δόξαι ἐνδείξει σπουδάσαι. καὶ ὁ μὲν ἐπειδὴ παρὰ δόξαν ἠλαττώθη, πρός τε τὸ ναυτικὸν ἀπέκλινε, καὶ παρεσκευάζετο ὡς καὶ ναυμαχήσων ἢ πάντως γε ἐς τὴν Ἰβηρίαν πλευσούμενος· ἰδοῦσα δὲ τοῦθʼ ἡ Κλεοπάτρα τάς τε ναῦς αὐτομολῆσαι
10.5 ἐποίησε, καὶ αὐτὴ ἐς τὸ ἠρίον ἐξαίφνης ἐσεπήδησε, λόγῳ μὲν ὡς τὸν Καίσαρα φοβουμένη καὶ προδιαφθεῖραι τρόπον τινὰ ἑαυτὴν βουλομένη, ἔργῳ δὲ καὶ τὸν Ἀντώνιον ἐκεῖσε ἐσελθεῖν προκαλουμένη· ὑπετόπει μὲν γὰρ προδίδοσθαι, οὐ μέντοι καὶ ἐπίστευεν ὑπὸ τοῦ ἔρωτος, ἀλλὰ καὶ μᾶλλον
10.6 ὡς εἰπεῖν ἐκείνην ἢ ἑαυτὸν e(auto\n M, e(auth\n V. ἠλέει. ὅπερ που ἡ Κλεοπάτρα ἀκριβῶς εἰδυῖα ἤλπισεν h)/lpisen M, h)/lpizen V. ὅτι, ἂν πύθηται αὐτὴν τετελευτηκυῖαν, οὐκ ἐπιβιώσεται ἀλλὰ παραχρῆμα ἀποθανεῖται. καὶ διὰ τοῦτο ἔς τε τὸ μνημεῖον σύν τε εὐνούχῳ τινὶ καὶ σὺν θεραπαίναις δύο ἐσέδραμε, καὶ ἐκεῖθεν ἀγγελίαν αὐτῷ
10.7 ὡς καὶ ἀπολωλυῖα ἔπεμψε. καὶ ὃς ἀκούσας τοῦτο οὐκ ἐμέλλησεν, ἀλλʼ ἐπαποθανεῖν αὐτῇ ἐπεθύμησε. καὶ τὸ μὲν πρῶτον τῶν παρόντων τινὸς ἐδεήθη ἵνα αὐτὸν ἀποκτείνῃ· ἐπεὶ δὲ ἐκεῖνος σπασάμενος τὸ ξίφος ἑαυτὸν κατειργάσατο, ζηλῶσαί τε αὐτὸν ἠθέλησε καὶ ἑαυτὸν ἔτρωσεν, καὶ ἔπεσέ τε ἐπὶ στόμα καὶ δόξαν τοῖς παροῦσιν ὡς καὶ τεθνηκὼς
10.8 παρέσχε. θορύβου τε ἐπὶ τούτῳ γενομένου ᾔσθετό τε ἡ Κλεοπάτρα καὶ ὑπερέκυψεν ὑπὲρ τοῦ μνημείου· αἱ μὲν γὰρ θύραι αὐτοῦ συγκλεισθεῖσαι ἅπαξ οὐκέτʼ ἀνοιχθῆναι ἐκ μηχανήματός τινος ἐδύναντο, τὰ δʼ ἄνω πρὸς τῇ ὀροφῇ οὐδέπω παντελῶς

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi