Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 51

8.1 τινος ἐπιτηδείου ἐφθάρησαν· Ἀντώνιος δὲ καὶ Κλεοπάτρα ἀκούσαντες τῶν πρέσβεων τὰ παρὰ τοῦ Καίσαρός σφισιν ἐπισταλέντα, ἔπεμψαν αὖθις, ἡ μὲν χρήματα αὐτῷ πολλὰ δώσειν ὑπισχνουμένη, ὁ δὲ τῆς τε φιλίας καὶ τῆς συγγενείας αὐτὸν ἀναμιμνήσκων, καὶ προσέτι καὶ περὶ τῆς συνουσίας τῆς πρὸς τὴν Αἰγυπτίαν ἀπολογούμενος, ὅσα τε συνηράσθησάν ποτε καὶ ὅσα
8.2 συνενεανιεύσαντο ἀλλήλοις ἐξαριθμούμενος. καὶ τέλος Πούπλιον Τουρούλλιον βουλευτήν τε ὄντα καὶ σφαγέα τοῦ Καίσαρος γεγονότα τότε τε φιλικῶς οἱ συνόντα ἐξέδωκεν αὐτῷ, καὶ ἑαυτόν, ἄν γε καὶ διὰ τοῦθʼ ἡ Κλεοπάτρα σωθῇ, καταχρήσεσθαι
8.3 ἐπηγγείλατο. Καῖσαρ δὲ τὸν μὲν Τουρούλλιον ἀπέκτεινε (καὶ ἔτυχε γὰρ ἐκ τῆς ἐν Κῷ τοῦ Ἀσκληπιοῦ ὕλης ξύλα ἐς ναυτικὸν κεκοφώς, δίκην τινὰ καὶ τῷ θεῷ, ὅτι ἐκεῖ ἐδικαιώθη, δοῦναι ἔδοξἐ, τῷ δʼ Ἀντωνίῳ οὐδὲν οὐδὲ τότε
8.4 ἀπεκρίνατο. τρίτην τε οὖν πρεσβείαν ἔστειλε, καὶ τὸν υἱὸν τὸν Ἄντυλλον μετὰ χρυσίου πολλοῦ αὐτῷ ἔπεμψεν· ὁ δὲ τὰ μὲν χρήματα ἔλαβεν, ἐκεῖνον δὲ διὰ κενῆς ἀνταπέστειλε, μηδεμίαν ἀπόκρισιν δούς. τῇ μέντοι Κλεοπάτρᾳ πολλά, ὥσπερ τὸ πρῶτον, οὕτω καὶ τὸ δεύτερον τό τε
8.5 τρίτον καὶ ἐπηπείλησε καὶ ὑπέσχετο. φοβηθεὶς δʼ οὖν καὶ ὣς μή πως ἀπογνόντες συγγνώμης παρʼ αὐτοῦ τεύξεσθαι διακαρτερήσωσι, καὶ ἤτοι καὶ καθʼ ἑαυτοὺς περιγένωνται, ἢ καὶ ἐς τὴν Ἰβηρίαν τήν τε Γαλατίαν ἀπάρωσιν, ἢ καὶ τὰ χρήματα,
8.6 ἃ παμπληθῆ ἤκουεν εἶναι, φθείρωσιν (ἡ γὰρ Κλεοπάτρα πάντα τε αὐτὰ ἐς τὸ μνημεῖον, ὃ ἐν τῷ βασιλείῳ κατεσκεύαζεν, ἠθροίκει, καὶ πάντα, ἄν γέ τινος καὶ ἐλαχίστου διαμάρτῃ, κατακαύσειν μεθʼ ἑαυτῆς ἠπείλεἰ, Θύρσον ἐξελεύθερον ἑαυτοῦ ἔπεμψεν ἄλλα τε πολλὰ καὶ φιλάνθρωπα αὐτῇ
8.7 ἐροῦντα, καὶ ὅτι καὶ ἐρῶν αὐτῆς τυγχάνει, εἴ πως ἔκ γε τούτου, οἷα ἀξιοῦσα πρὸς πάντων ἀνθρώπων ἐρᾶσθαι, τόν τε Ἀντώνιον ἀναχρήσαιτο καὶ ἑαυτὴν τά τε χρήματα ἀκέραια τηρήσειε. καὶ ἔσχεν οὕτως.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi