Kitap 52
14.2
πρὸς τὸ σωφρονέστερον. τὸ γὰρ ἐξεῖναί τισι πάνθʼ ἁπλῶς ὅσα a(plw=s o(/sa Pflugk, o(/sa a(plw=s *wL'. βούλονται καὶ ποιεῖν καὶ λέγειν, ἂν μὲν ἐπὶ τῶν εὖ φρονούντων ἐξετάζῃς, εὐδαιμονίας ἅπασιν αἴτιον γίγνεται, ἂν δὲ ἐπὶ τῶν ἀνοήτων, συμφορᾶς· καὶ διὰ τοῦτο ὁ μὲν τοῖς τοιούτοις τὴν ἐξουσίαν διδοὺς παιδὶ δή τινι καὶ μαινομένῳ ξίφος ὀρέγει, ὁ δʼ ἐκείνοις τά τε ἄλλα καὶ αὐτοὺς τούτους καὶ μὴ βουλομένους σώζει.
14.3
διόπερ καὶ σὲ ἀξιῶ μὴ πρὸς τὰς εὐπρεπείας τῶν ὀνομάτων ἀποβλέψαντα ἀπατηθῆναι, ἀλλὰ τὰ γιγνόμενα ἐξ αὐτῶν προσκοπήσαντα τήν τε θρασύτητα τοῦ ὁμίλου παῦσαι καὶ τὴν διοίκησιν τῶν κοινῶν ἑαυτῷ τε καὶ τοῖς ἄλλοις τοῖς ἀρίστοις προσθεῖναι, ἵνα βουλεύωσι bouleu/wsi R. Steph., bouleu/ousi *wL'. μὲν οἱ φρονιμώτατοι, ἄρχωσι δὲ οἱ στρατηγικώτατοι, στρατεύωνται δὲ καὶ μισθοφορῶσιν οἵ τε ἰσχυρότατοι καὶ οἱ πενέστατοι.
14.4
οὕτω γὰρ τά τε ἐπιβάλλοντά σφισιν ἔκαστοι προθύμως ποιοῦντες, καὶ τὰς ὠφελίας ἀλλήλοις ἑτοίμως ἀντιδιδόντες, οὔτε τῶν ἐλαττωμάτων, ἐν οἷς καταδέουσί τινων, ἐπαισθήσονται, καὶ τὴν δημοκρατίαν τὴν ἀληθῆ τήν τε ἐλευθερίαν
14.5
τὴν ἀσφαλῆ κτήσονται· ἐκείνη μὲν γὰρ ἡ τοῦ ὄχλου ἐλευθερία τοῦ τε βελτίστου δουλεία πικροτάτη γίγνεται καὶ κοινὸν ἀμφοῖν ὄλεθρον φέρει, αὕτη δὲ τό τε σῶφρον πανταχοῦ προτιμῶσα καὶ τὸ ἴσον ἅπασι κατὰ τὴν ἀξίαν ἀπονέμουσα πάντας ὁμοίως εὐδαίμονας τοὺς χρωμένους αὐτῇ ποιεῖ.
15.1
μὴ γάρ τοι οἰηθῇς ὅτι τυραννῆσαί σοι, τόν τε δῆμον καὶ τὴν βουλὴν δουλωσαμένῳ, παραινῶ. τοῦτο μὲν γὰρ οὔτʼ ἂν ἐγώ ποτε εἰπεῖν οὔτʼ ἂν σὺ πρᾶξαι τολμήσειας· ἐκεῖνα δὲ δὴ καὶ καλὰ καὶ χρήσιμα καὶ σοὶ καὶ τῇ πόλει γένοιτο ἄν, τό τε πάντα τὰ προσήκοντα αὐτόν σε μετὰ τῶν ἀρίστων ἀνδρῶν νομοθετεῖν, μηδενὸς τῶν πολλῶν μήτʼ ἀντιλέγοντος αὐτοῖς μήτʼ mh/t' Bk., mhde\ *wL'. ἐναντιουμένου,
15.2
καὶ τὸ τοὺς πολέμους πρὸς τὰ ὑμέτερα βουλήματα διοικεῖσθαι, πάντων αὐτίκα τῶν ἄλλων τὸ κελευόμενον ποιούντων, τό τε τὰς τῶν ἀρχόντων αἱρέσεις ἐφʼ ὑμῖν εἶναι, καὶ τὸ τὰς τιμὰς τάς τε τιμωρίας ὑμᾶς ὁρίζειν, ἵνα καὶ νόμος εὐθὺς ᾖ πᾶν ὅ τι ἂν βουλευσαμένῳ σοι μετὰ τῶν ὁμοτίμων