Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 52

20.2 ταμιεύσαντές τε καὶ ἀγορανομήσαντες ἢ δημαρχήσαντες στρατηγείτωσαν, strathgei/twsan L', strathgh/twsan V. τριακοντοῦται γενόμενοι. ταύτας τε γὰρ τὰς ἀρχὰς καὶ τὰς τῶν ὑπάτων μόνας οἴκοι, τῆς τε τῶν πατρίων μνήμης ἕνεκα καὶ τοῦ μὴ παντελῶς τὴν πολιτείαν μεταλλάττειν δοκεῖν, ἀποδεικνύναι σέ φημι χρῆναι.
20.3 αὐτὸς μέντοι σὺ πάντας αὐτοὺς αἱροῦ, καὶ μήτε ἐπὶ τῷ πλήθει ἢ καὶ τῷ δήμῳ ἔτι τινὰ αὐτῶν ποιήσῃ, poih/sh| St., poih/shs *wL'. στασιάσουσι γάρ, μήτε ἐπὶ τῷ συνεδρίῳ, διασπουδάσονται γάρ. μὴ μέντοι καὶ τὰς δυνάμεις σφῶν τὰς ἀρχαίας τηρήσῃς, ἵνα μὴ τὰ αὐτὰ αὖθις γένηται, ἀλλὰ τὴν μὲν τιμὴν φύλαξον, τῆς δʼ ἰσχύος παράλυσον τοσοῦτον ὅσον μήτε τοῦ ἀξιώματός τι αὐτῶν ἀφαιρήσει καὶ τοῖς νεωτερίσαι
20.4 τι ἐθελήσουσι μὴ ἐπιτρέψει. e)pitre/yei *w, e)pitre/yh L'. ἔσται δὲ τοῦτο, ἂν τά τε ἄλλα καὶ ἐνδήμους αὐτοὺς ἀποφήνῃς, καὶ μήτε ἐν τῷ τῆς ἀρχῆς καιρῷ ὅπλα τινὶ αὐτῶν ἐγχειρίσῃς μήτε εὐθύς, ἀλλὰ χρόνου διελθόντος, ὅσον ἂν αὐτάρκη ἑκάστῳ σφῶν νομίσῃς εἶναι. οὕτω γὰρ οὔτε τινὲς νεοχμώσουσι, στρατοπέδων κύριοι ἐν τῷ τῶν ὀνομάτων φρονήματι γενόμενοι, καὶ χρόνον τινὰ ἰδιωτεύσαντες πεπανθήσονται.
20.5 καὶ οὗτοι μὲν τάς τε πανηγύρεις, οἵ γε καὶ προσήκοντές σφισιν, ἐπιτελείτωσαν, καὶ τὰς δίκας πάντες ὡς ἕκαστοι, πλὴν τῶν φονικῶν, ἐν τῷ τῆς ἐνδήμου ἀρχῆς χρόνῳ δικαζέτωσαν· συναγέσθω μὲν γὰρ δικαστήρια καὶ ἐκ τῶν ἄλλων βουλευτῶν τῶν τε ἱππέων, τὸ δʼ ὅλον ἐς ἐκείνους ἀνακείσθω.
21.1 Πολίαρχος δὲ δή τις ἔκ τε τῶν προηκόντων καὶ ἐκ τῶν πάντα τὰ καθήκοντα προπεπολιτευμένων ἀποδεικνύσθω, οὐχ ἵνα ἀποδημησάντων που
21.2 τῶν ὑπάτων ἄρχῃ, ἀλλʼ ἵνα τά τε ἄλλα ἀεὶ τῆς πόλεως προστατῇ, καὶ τὰς δίκας τάς τε παρὰ πάντων ὧν εἶπον ἀρχόντων ἐφεσίμους τε καὶ ἀναπομπίμους καὶ τὰς τοῦ θανάτου τοῖς τε ἐν τῇ πόλει, πλὴν ὧν ἂν εἴπω, καὶ τοῖς ἔξω αὐτῆς μέχρι πεντήκοντα καὶ ἑπτακοσίων e(ptakosi/wn Casaub., e(cakosi/wn *wM. σταδίων οἰκοῦσι κρίνῃ.
21.3 ἕτερός τέ τις ἐκ τῶν ὁμοίων καὶ αὐτὸς αἱρείσθω ὥστε τά τε γένη καὶ τὰς οὐσίας τούς τε τρόπους καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων, ἀνδρῶν τε ὁμοίως καὶ παίδων γυναικῶν τε τῶν προσηκουσῶν

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi