Kitap 52
23.2
ἀσταθμήτῳ ἀναλώματι ὥσπερ νῦν χρῆσθαι. καὶ ἀρχέτωσαν μήτε ἔλαττον ἐτῶν τριῶν, εἰ μή τις ἀδικήσειέ τι, μήτε πλεῖον πέντε, τὸ μὲν ὅτι αἱ ἐνιαύσιοι καὶ ὀλιγοχρόνιοι ἀρχαὶ διδάξασαί τινας τὰ ἀναγκαῖα ἀποπέμπουσι πρίν τι αὐτῶν ἀποδειχθῆναι, τὸ δὲ ὅτι αἱ μακρότεραι καὶ πολυχρονιώτεραι ἐπαίρουσί πως πολλοὺς καὶ ἐς νεωτεροποιίαν
23.3
ἐξάγουσι. διόπερ οὐδὲ ἐπαλλήλας τὰς μείζους ἡγεμονίας οἶμαί τισι προσήκειν prosh/kein Bk., prosh=kon *wM. δίδοσθαι. οὔτε γὰρ διαφέρει τι ἄν τε ἐν τῷ αὐτῷ ἔθνει ἄν τε καὶ ἐν πλείοσιν ἐφεξῆς ἐπὶ μακρότερον τοῦ δέοντος ἄρχῶσι· καὶ ἀμείνονες γίγνονται, ἐπειδὰν διαλίπωσί diali/pwsi/ Bk., dialei/pwsi/ *wM. τέ τινα χρόνον καὶ οἴκαδε ἐπανέλθωσι καὶ ἰδιωτεύσωσι.
23.3
τοὺς μὲν δὴ οὖν βουλευτὰς ou)n bouleuta\s Bs., sumbouleuta\s *wM. ταῦτά τε καὶ οὕτω
24.1
διέπειν φημὶ χρῆναι, τῶν δὲ δὴ ἱππέων δύο τοὺς ἀρίστους τῆς περὶ σὲ φρουρᾶς ἄρχειν· τό τε γὰρ ἑνὶ ἀνδρὶ αὐτὴν ἐπιτρέπεσθαι σφαλερὸν καὶ τὸ
24.2
πλείοσι ταραχῶδές ἐστι. δύο τε οὖν ἔστωσαν οἱ ἔπαρχοι οὗτοι, ἵνʼ ἂν καὶ ὁ ἕτερος αὐτῶν ἐπαίσθηταί τι τῷ σώματι, μήτι mh/ti Dind., mh/toi *wM. γε καὶ ἐνδεὴς τοῦ φυλάξοντός σε εἴης· καὶ καθιστάσθωσαν ἐκ τῶν πολλάκις τε ἐστρατευμένων καὶ πολλὰ καὶ ἄλλα
24.3
διῳκηκότων. ἀρχέτωσαν δὲ δὴ dh\ M, om. V. τῶν τε δορυφόρων καὶ τῶν λοιπῶν στρατιωτῶν τῶν ἐν τῇ Ἰταλίᾳ πάντων, ὥστε καὶ θανατοῦν τοὺς ἀδικοῦντας αὐτῶν πλὴν τῶν τε ἑκατοντάρχων καὶ τῶν ἄλλων τῶν τοῖς ἐκ τοῦ βουλευτικοῦ ἄρχουσι προστεταγμένων.
24.4
τούτους μὲν γὰρ αὐτοὶ ἐκεῖνοι δικαιούτωσαν, ἵνα ἀπροφασίστως σφίσι χρῆσθαι, ἅτε καὶ κολάσαι καὶ τιμῆσαί σφας ἐξουσίαν ἔχοντες, δύνωνται· τῶν δʼ ἄλλων τῶν ἐν τῇ Ἰταλίᾳ στρατιωτῶν οἱ ἔπαρχοι ἐκεῖνοι προστατείτωσαν, ὑπάρχους ἔχοντες, καὶ προσέτι καὶ τῶν Καισαρείων *kaisarei/wn H. Steph., kaisari/wn *wM. τῶν τε ἐν τῇ θεραπείᾳ σου ὄντων καὶ τῶν ἄλλων
24.5
τῶν λόγου τινὸς ἀξίων. ταῦτα γὰρ καὶ προσήκοντα καὶ αὐτάρκη αὐτοῖς διάγειν ἔσται, dia/gein e)/stai Bs., diagi/nesqai *wM. ἵνα μὴ καὶ πλείω πράγματα ὧν καλῶς φέρειν δυνήσονται ἐπιταχθέντες ἄσχολοι πρὸς τὰ ἀναγκαῖα ἢ καὶ ἀδύνατοι πάντων αὐτῶν προΐστασθαι γένωνται.