Kitap 52
25.7
τεταγμένῳ ἐστρατευμένων. τούτων μὲν γὰρ τῶν καὶ φορμοφορησάντων καὶ λαρκοφορησάντων καὶ αἰσχρὸν καὶ ἐπονείδιστόν ἐστιν ἐν τῷ βουλευτικῷ τινας ἐξετάζεσθαι· ἐκ δὲ δὴ τῶν ἀπʼ ἀρχῆς ἑκατονταρχησάντων οὐδὲν κωλύει τοὺς ἐλλογιμωτάτους αὐτοῦ μεταλαμβάνειν.
26.1
περὶ μὲν οὖν τῶν βουλευτῶν τῶν τε ἱππέων ταῦτά σοι συμβουλεύειν ἔχω, καὶ νὴ Δία καὶ ἐκεῖνα, kai\ nh\ *di/a kai\ e)kei=na M, om. V. ἵνα ἕως τε ἔτι παῖδές εἰσιν, ἐς τὰ διδασκαλεῖα συμφοιτῶσι, καὶ ἐπειδὰν ἐς μειράκια ἐκβάλωσιν, ἐπί τε τοὺς ἵππους καὶ ἐπὶ τὰ ὅπλα τρέπωνται, διδασκάλους ἑκατέρων δημοσιεύοντας
26.2
ἐμμίσθους ἔχοντες. οὕτω γὰρ εὐθὺς ἐκ παίδων πάνθʼ ὅσα χρὴ ἄνδρας αὐτοὺς γενομένους ἐπιτελεῖν καὶ μαθόντες καὶ μελετήσαντες ἐπιτηδειότεροί σοι πρὸς πᾶν ἔργον γενήσονται. τὸν γὰρ ἄρχοντα τὸν ἄριστον, οὗ τέ τι ὄφελός ἐστι, δεῖ dei= flor., dei=n *wM. μὴ μόνον αὐτὸν πάνθʼ ἃ προσήκει ποιεῖν, ἀλλὰ καὶ τῶν ἄλλων, ὅπως ὡς ὅτι βέλτιστοι
26.3
γίγνωνται, προνοεῖν. τοῦτο δʼ ὑπάρξειεν ἄν σοι οὐκ ἂν ἐάσας ou)k a)\n e)a/sas Rk., ou)k a)\n e)a/shis *wM flor. (cod. B), ei) ou)k a)\n e)a/shis flor. (cod. A). αὐτοὺς ὅσα βούλονται πράττειν, ἔπειτʼ ἐπιτιμᾷς τοῖς ἁμαρτάνουσιν, ἀλλʼ ἂν πρίν τι πλημμελεῖσθαι, προδιδάσκῃς πάνθʼ ὅσα ἀσκήσαντες χρησιμώτεροι καὶ ἑαυτοῖς καὶ σοὶ γενήσονται, καὶ μηδενί γε τὸ παράπαν πρόφασιν
26.4
παρέχῃς, pare/xh|s R. Steph., pare/xois *wM. μήτε διὰ πλοῦτον μήτε διʼ εὐγένειαν μήτε διʼ ἄλλο τι ἀρετῆς ἐχόμενον, ῥᾳθυμίαν ἢ μαλακίαν ἢ καὶ ἐπιτήδευσίν τινα κίβδηλον προσποιεῖσθαι. πολλοὶ γὰρ φοβούμενοι μὴ καὶ διὰ τοιοῦτό τι καὶ φθονηθῶσι καὶ κινδυνεύσωσι, πολλὰ καὶ ἀνάξια ἑαυτῶν ποιοῦσιν ὡς καὶ ἀσφαλέστερον
26.5
ἀπʼ αὐτῶν βιωσόμενοι· κἀκ τούτου ἐκεῖνοι μὲν ἐλεοῦνται ὡς καὶ αὐτὸ τοῦτο ἀδικούμενοι, τὸ μὴ δοκεῖν ἐξεῖναί σφισιν ὀρθῶς ζῆν, τῷ δʼ ἄρχοντι αὐτῶν καὶ ζημία ἅμα ἀγαθῶν ἀνδρῶν στερομένῳ καὶ κακοδοξία τῆς αἰτιάσεως συμβαίνει. μήτʼ οὖν περιίδῃς ποτὲ τοῦτο πραχθέν, μήτʼ αὖ δείσῃς ὅτι τραφείς τέ τις καὶ παιδευθεὶς ὡς ἐγὼ